ἐχθαίρω τό ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳχαίρω τίς πολλοὺς ὧδε φέρει,μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνηςπίνω· σικχαίνω πάντα τὰ δημόσια.Λυσανίη, σὺ δὲ ναιχὶ καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖντοῦτο σαφῶς Ἠχώ, φησί τις ἄλλος ἔχει.