εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος Ὡμβρακιώτηςἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλά Πλάτωνοςἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.