Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφηἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνινποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.