Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇνεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχωνκηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσῃσυμμίσγειν ἐρίφων, ναυτίλε, δυομἐνων.