εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροιἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που,ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντωνἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.