ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμματοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺνβούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.