μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇῥῆσις· ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον,ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηταιπῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτοτοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.