ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτωτὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιονἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴνύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοιβούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντεςἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὡ μὲν ἐπέστηπλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.ταῦτʼ ἀίων ὁ ξεῖνος· ἐφείσατο μείζονος οἴκουδράξασθαι, παίδων κληδόνα συνθέμενος,τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.οὕτω καὶ σύ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.