μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆιῥῆσις· ὃ μὲν νικῶ φησὶ τὸ μακρότατον,ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηταιπῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.τῶι μερμηρίξαντι τὰ μἤ̀ νδικα τοῦτο γένοιτοτοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.