τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ·καὶ σύ ποτʼ ἠράσθης — οὐκέτι μακρὰ λέγω.