κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας· ἀλλὰ σὺ νῦν μεΚύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσωνποσσί νιν, ὥστʼ ἔργωι τοὔνομα συμφέρεται,ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαισοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,μηδέ μοι ἐν θαλάμηισιν ἔθʼ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους,τίκτηται νοτερῆισʼ ὤεον ἁλκυονίς.Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλάῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.