ως ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάντὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε·ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μό͂νον ἐς τὰ πονηράτὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτατοῦτʼ εἶπαι κείρευ τὰ πτερὰ παιδάριον,οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπωιδαίοἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.