ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηιναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι·οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθειτοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύςοὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.