ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼεἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.ἦ ῥά τινʼ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπονπολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.† ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστοςκείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.