Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόνδιφᾶι καὶ πάσης ἴχνια δορκαλίδοςστείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηιτῆ, τόδε βέβληται θηρίον οὐκ ἔλαβεν.χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκεινοἶδε, τὰ δʼ ἐν μέσσωι κείμενα παρπέτεται.