Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύνἥλιον, οὐκ ἔγνων· σχέτλιε ποῦ γέγονας;ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμωνοὑμὸς ἔχει, χαλεπῆι δʼ ἤντεο θευμορίηι;ἔγνων̀· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθώντὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.