ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθωιχαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει,μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνηςπίνω· σικχαίνω πάντα τὰ δημόσια.Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖντοῦτο σαφῶς, Ἠχώ φησί τις ἄλλος ἔχει.