Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδόνἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατοντῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταίῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.