Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφηἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.οὐκέτι Δικταίηισιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνινποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.