Όστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου μεἴσθι Κυρηναίου παῖδά τε καὶ γενετήν.εἰδείης δʼ ἄμφω κεν· ὃ μέν κοτε πατρίδος ὅπλωνἦρξεν, ὃ δʼ ἤεισεν κρέσσονα βασκανίης·οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδαςμὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους.