Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέδυομένου Βασιλὼ κάτθανε παρθενικήαὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσαοὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐπεῖδε κακόνπατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνηπᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.