εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροιἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλ̀λὰ σὺ μέν πουξεῖνʼ ʼΑλικαρνησεῦ τετράπαλαι σποδιή·αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντωνἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.