Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντωιναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆινεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχωνκηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσηισυμμίσγειν ἐρίφων ναυτίλε δυομένων.