ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτωτὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δήνύμφη καὶ πλούτωι καὶ γενεῆι κατʼ ἐμέ,ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοιβούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.οἳ δʼ ἄρʼ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντεςἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.κείνων ἔρχεο φησὶ μετʼ ἴχνια. χὠ μὲν ἐπέστηπλησίον· οἳ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.ταῦτʼ ἀίων δ̔ ξεῖνος ἒφείσατο μείζονος οἴκουδράξασθαι παίδων κληδόνι συνθέμενος.τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.