Τίτος δὲ Καῖσαρ χρόνον μέν τινα διέτριβεν ἐν Βηρυτῷ, καθὰ προειρήκαμεν, ἐκεῖθεν δὲ ἀναζεύξας καὶ διʼ ὧν ᾔει πόλεων τῆς Συρίας ἐν πάσαις θεωρίας τε συντελῶν πολυτελεῖς καὶ τῶν Ἰουδαίων τοὺς αἰχμαλώτους εἰς ἐπίδειξιν τῆς ἑαυτῶν ἀπωλείας ἀποχρώμενος, θεᾶται κατὰ τὴν πορείαν ποταμοῦ φύσιν ἀξίαν ἱστορηθῆναι.ῥεῖ μὲν γὰρ μέσος Ἀρκέας τῆς Ἀγρίππα βασιλείας καὶ Ῥαφανέας, ἔχει δὲ θαυμαστὴν ἰδιότητα·πολὺς γὰρ ὤν, ὅτε ῥεῖ, καὶ κατὰ τὴν φορὰν οὐ σχολαῖος, ἔπειτα δὲ πᾶς ἐκ τῶν πηγῶν ἐπιλείπων ἓξ ἡμερῶν ἀριθμὸν ξηρὸν παραδίδωσιν ὁρᾶν τὸν τόπον·εἶθʼ ὥσπερ οὐδεμιᾶς γενομένης μεταβολῆς ὅμοιος κατὰ τὴν ἑβδόμην ἐκδίδωσι, καὶ ταύτην ἀεὶ τὴν τάξιν ἀκριβῶς τετήρηται διαφυλάττων· ὅθεν δὴ καὶ Σαββατικὸν αὐτὸν κεκλήκασιν ἀπὸ τῆς ἱερᾶς τῶν Ἰουδαίων ἑβδόμης οὕτως ὀνομάσαντες.Ὁ δὲ τῶν Ἀντιοχέων δῆμος ἐπεὶ πλησίον ὄντα Τίτον ἐπυνθάνοντο, μένειν μὲν ἐντὸς τειχῶν ὑπὸ χαρᾶς οὐχ ὑπέμενον, ἔσπευδον δὲ ἐπὶ τὴν ὑπάντησιν·καὶ τριάκοντα σταδίων ἐπὶ πλέον προῆλθον οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναικῶν πλῆθος ἅμα παισὶ τῆς πόλεως ἐκχεόμενοι.κἀπειδήπερ ἐθεάσαντο προσιόντα, παρὰ τὴν ὁδὸν ἑκατέρωθεν καταστάντες τάς τε δεξιὰς προύτεινον προσαγορεύοντες καὶ παντοίοις ἐπιφημίσμασι χρώμενοι συνυπέστρεφον·συνεχὴς δὲ ἦν αὐτῶν παρὰ πάσας ἅμα τὰς εὐφημίας δέησις ἐκβαλεῖν τῆς πόλεως τοὺς Ἰουδαίους.Τίτος μὲν οὖν οὐδὲν ἐνέδωκεν πρὸς ταύτην τὴν δέησιν, ἀλλʼ ἡσυχῆ τῶν λεγομένων ἐπήκουεν· ἐπʼ ἀδήλῳ δὲ τῷ τί φρονεῖ καὶ τί ποιήσει πολὺς καὶ χαλεπὸς τοῖς Ἰουδαίοις ὁ φόβος ἦν·οὐδὲ γὰρ ὑπέμεινεν ἐν Ἀντιοχείᾳ Τίτος, ἀλλʼ εὐθὺς ἐπὶ τὸ Ζεῦγμα τὸ κατὰ τὸν Εὐφράτην συνέτεινε τὴν πορείαν, ἔνθα δὴ καὶ παρὰ τοῦ Πάρθων βασιλέως Βολογέσου πρὸς αὐτὸν ἧκον στέφανον χρυσοῦν ἐπὶ τῇ κατὰ τῶν Ἰουδαίων νίκῃ κομίζοντες.ὃν δεξάμενος εἱστία τοὺς βασιλικούς, κἀκεῖθεν εἰς τὴν Ἀντιόχειαν ἐπανέρχεται.τῆς δὲ βουλῆς καὶ τοῦ δήμου τῶν Ἀντιοχέων πολλὰς ποιησαμένων δεήσεις ἐλθεῖν εἰς τὸ θέατρον αὐτόν, ἐν ᾧ πᾶν τὸ πλῆθος ἠθροισμένον ἐξεδέχετο, φιλανθρώπως ὑπήκουσε.πάλιν δʼ αὐτῶν σφόδρα λιπαρῶς ἐγκειμένων καὶ συνεχῶς δεομένων ἐξελάσαι τῆς πόλεως τοὺς Ἰουδαίους, εὔστοχον ἐποιήσατο τὴν ἀπόκρισιν,εἰπών ἀλλʼ ἥ γε πατρὶς αὐτῶν, εἰς ἣν ἐκβαλεῖν ἐχρῆν ὄντας Ἰουδαίους, ἀνῄρηται, καὶ δέξαιτʼ ἂν οὐδεὶς αὐτοὺς ἔτι τόπος.ἐπὶ δευτέραν οὖν Ἀντιοχεῖς τρέπονται δέησιν τῆς προτέρας ἀποστάντες· τὰς γὰρ χαλκᾶς ἠξίουν δέλτους ἀνελεῖν αὐτόν, ἐν αἷς γέγραπται τὰ δικαιώματα τῶν Ἰουδαίων.οὐ μὴν οὐδὲ τοῦτο Τίτος ἐπένευσεν αὐτοῖς, ἀλλʼ ἐάσας πάντα κατὰ χώραν τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις ὡς πρότερον εἶχον εἰς Αἴγυπτον ἀπηλλάττετο.καὶ κατὰ τὴν πορείαν τοῖς Ἱεροσολύμοις προσελθὼν καὶ τὴν λυπρὰν ἐρημίαν βλεπομένην ἀντιτιθεὶς τῇ ποτε τῆς πόλεως λαμπρότητι, καὶ τὸ μέγεθος τῶν ἐρρηγμένων κατασκευασμάτων καὶ τὸ πάλαι κάλλος εἰς μνήμην βαλλόμενος, ᾤκτειρε τῆς πόλεως τὸν ὄλεθρον,οὐχ ὥσπερ ἄν τις αὐχῶν ὅτι τηλικαύτην οὖσαν καὶ τοσαύτην εἷλε κατὰ κράτος, ἀλλὰ πολλάκις ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως ὑπάρξασι καὶ ταύτην ἐπὶ τῇ πόλει τὴν τιμωρίαν γενέσθαι παρασκευάσασιν· οὕτως ἔκδηλος ἦν οὐκ ἂν θελήσας ἐκ τῆς συμφορᾶς τῶν κολασθέντων γενέσθαι τῆς ἀρετῆς τὴν ἐπιφάνειαν.τοῦ δὲ πολλοῦ πλούτου τῆς πόλεως ἔτι κἀν τοῖς ἐρειπίοις οὐκ ὀλίγον μέρος ἀνηυρίσκετο·τὰ μὲν γὰρ πολλὰ ἀνέσκαπτον οἱ Ῥωμαῖοι, τὰ πλείω δὲ ἐκ μηνύσεως τῶν αἰχμαλώτων ἀνῃροῦντο, χρυσόν τε καὶ ἄργυρον καὶ τῆς ἄλλης τὰ τιμιώτατα κατασκευῆς, ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου τύχας κατὰ γῆς ἀποτεθησαυρίκεσαν.Τίτος δὲ τὴν προκειμένην ποιούμενος πορείαν ἐπʼ Αἴγυπτον καὶ τὴν ἔρημον ᾗ τάχιστα διανύσας ἧκεν εἰς Ἀλεξάνδρειαν,καὶ πλεῖν ἐπὶ τῆς Ἰταλίας διεγνωκὼς δυοῖν αὐτῷ ταγμάτων συνηκολουθηκότων ἑκάτερον ὅθεν περ ἀφῖκτο πάλιν ἀπέστειλεν, εἰς μὲν τὴν Μυσίαν τὸ πέμπτον, εἰς Παννονίαν δὲ τὸ πεντεκαιδέκατον.τῶν αἰχμαλώτων δὲ τοὺς μὲν ἡγεμόνας Σίμωνα καὶ Ἰωάννην, τόν τʼ ἄλλον ἀριθμὸν ἑπτακοσίους ἄνδρας ἐπιλέξας μεγέθει τε καὶ κάλλει σωμάτων ὑπερβάλλοντας, προσέταξεν εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα κομίζεσθαι βουλόμενος αὐτοὺς ἐν τῷ θριάμβῳ παραγαγεῖν.τοῦ πλοῦ δὲ αὐτῷ κατὰ νοῦν ἀνυσθέντος ὁμοίως μὲν ἡ Ῥώμη περὶ τὴν ὑποδοχὴν εἶχε καὶ τὰς ὑπαντήσεις ὥσπερ ἐπὶ τοῦ πατρός, λαμπρότερον δʼ ἦν Τίτῳ καὶ αὐτὸς ὁ πατὴρ ὑπαντῶν καὶ δεχόμενος.τῷ δὲ πλήθει τῶν πολιτῶν δαιμόνιόν τινα τὴν χαρὰν παρεῖχε τὸ βλέπειν αὐτοὺς ἤδη τοὺς τρεῖς ἐν ταὐτῷ γεγονότας.οὐ πολλῶν δὲ ἡμερῶν διελθουσῶν ἕνα καὶ κοινὸν ἔγνωσαν τὸν ἐπὶ τοῖς κατωρθωμένοις ποιήσασθαι θρίαμβον, καίπερ ἑκατέρῳ τῆς βουλῆς ἴδιον ψηφισαμένης.προδιασαφηθείσης δὲ τῆς ἡμέρας ἐφʼ ἧς ἔμελλεν ἡ πομπὴ γενήσεσθαι τῶν ἐπινικίων, οὐδεὶς οἴκοι καταλέλειπτο τῆς ἀμέτρου πληθύος ἐν τῇ πόλει, πάντες δὲ ὅπη καὶ στῆναι μόνον ἦν οἷον προεληλυθότες τοὺς τόπους κατειλήφεσαν, ὅσον τοῖς ὀφθησομένοις μόνον εἰς πάροδον ἀναγκαίαν καταλιπόντες.