ἐπεὶ δὲ προσιὼν ἠγγέλλετο, καὶ τὴν ἡμερότητα τῆς ἐντεύξεως αὐτοῦ τὴν πρὸς ἑκάστους ἐδήλουν οἱ προσελθόντες, ἅπαν ἤδη τὸ λοιπὸν πλῆθος ἅμα γυναιξὶ καὶ παισὶν ἐπὶ ταῖς παρόδοις ἐξεδέχετο,καὶ καθʼ οὓς γένοιτο παριὼν οὗτοι πρὸς τὴν ἡδονὴν τῆς θέας καὶ τὸ μειλίχιον αὐτοῦ τῆς ὄψεως παντοίας ἠφίεσαν φωνάς, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ μόνον ἄξιον ἡγεμόνα τῆς Ῥώμης ἀνακαλοῦντες· ἅπασα δʼ ἡ πόλις ὡς νεὼς ἦν στεφανωμάτων καὶ θυμιαμάτων ἀνάπλεως.μόλις δʼ ὑπὸ πλήθους τῶν περὶ αὐτὸν ἱσταμένων δυνηθεὶς εἰς τὸ βασίλειον ἐλθεῖν αὐτὸς μὲν τοῖς ἔνδον θεοῖς θυσίας τῆς ἀφίξεως χαριστηρίους ἐπετέλει,προτρέπεται δὲ τὰ πλήθη πρὸς εὐωχίαν καὶ κατὰ φυλὰς καὶ γένη καὶ γειτονίας ποιούμενοι τὰς ἑστιάσεις ηὔχοντο τῷ θεῷ σπένδοντες αὐτόν τʼ ἐπὶ πλεῖστον χρόνον Οὐεσπασιανὸν ἐπιμεῖναι τῇ Ῥωμαίων ἡγεμονίᾳ, καὶ παισὶν αὐτοῦ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γινομένοις φυλαχθῆναι τὸ κράτος ἀνανταγώνιστον.ἡ μὲν οὖν Ῥωμαίων πόλις οὕτως Οὐεσπασιανὸν ἐκδεξαμένη προθύμως εὐθὺς εἰς πολλὴν εὐδαιμονίαν ἐπεδίδου.Πρὸ δὲ τούτων τῶν χρόνων, ἐν οἷς Οὐεσπασιανὸς μὲν περὶ Ἀλεξάνδρειαν ἦν, Τίτος δὲ τῇ τῶν Ἱεροσολύμων προσήδρευε πολιορκίᾳ,πολὺ μέρος Γερμανῶν ἐκινήθη πρὸς ἀπόστασιν, οἷς καὶ Γαλατῶν οἱ πλεῖστοι συμφρονήσαντες κοινῇ μεγάλας ἐλπίδας αὐτοῖς συνέθεσαν ὡς καὶ τῆς Ῥωμαίων ἀπαλλαξόμενοι δεσποτείας.ἐπῆρε δὲ τοὺς Γερμανοὺς ἅψασθαι τῆς ἀποστάσεως καὶ τὸν πόλεμον ἐξενεγκεῖν πρώτη μὲν ἡ φύσις οὖσα λογισμῶν ἔρημος ἀγαθῶν καὶ μετὰ μικρᾶς ἐλπίδος ἑτοίμως ῥιψοκίνδυνος·ἔπειτα δὲ καὶ μῖσος τὸ πρὸς τοὺς κρατοῦντας, ἐπεὶ μόνοις ἴσασι Ῥωμαίοις τὸ γένος αὐτῶν δουλεύειν βεβιασμένον. οὐ μὴν ἀλλὰ μάλιστά γε πάντων ὁ καιρὸς αὐτοῖς θάρσος ἐνεποίησεν·ὁρῶντες γὰρ τὴν Ῥωμαίων ἀρχὴν ταῖς συνεχέσι τῶν αὐτοκρατόρων ἀλλαγαῖς ἐν ἑαυτῇ τεταραγμένην, πᾶν τε μέρος τῆς ὑπʼ αὐτοῖς οἰκουμένης πυνθανόμενοι μετέωρον εἶναι καὶ κραδαίνεσθαι, τοῦτον σφίσιν αὐτοῖς ἄριστον ὑπὸ τῆς ἐκείνων κακοπραγίας καὶ στάσεως καιρὸν ᾠήθησαν παραδεδόσθαι.ἐνῆγον δὲ τὸ βούλευμα καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν ἐτύφουν Κλασσικός τις καὶ Οὐίτιλλος τῶν παρʼ αὐτοῖς [ὄντες] ἡγεμόνων, οἳ δῆλον μὲν ὡς ἐκ μακροῦ ταύτης ἐφίεντο τῆς νεωτεροποιίας,ὑπὸ τοῦ καιροῦ δὲ θαρσῆσαι προαχθέντες τὴν αὐτῶν γνώμην ἐξέφηναν· ἔμελλον δὲ προθύμως διακειμένοις τὴν πεῖραν τοῖς πλήθεσι προσφέρειν.πολλοῦ δὲ μέρους ἤδη τῶν Γερμανῶν τὴν ἀποστασίαν ἀνωμολογηκότος καὶ τῶν ἄλλων οὐκ ἄνδιχα φρονησάντων, ὥσπερ ἐκ δαιμονίου προνοίας Οὐεσπασιανὸς πέμπει γράμματα Πετιλίῳ Κερεαλίῳ τὸ πρότερον ἡγεμόνι Γερμανίας γενομένῳ, τὴν ὕπατον διδοὺς τιμὴν καὶ κελεύων ἄρξοντα Βρεττανίας ἀπιέναι.πορευόμενος οὖν ἐκεῖνος ὅποι προσετέτακτο καὶ τὰ περὶ τὴν ἀπόστασιν τῶν Γερμανῶν πυθόμενος, ἤδη συνειλεγμένοις αὐτοῖς ἐπιπεσὼν καὶ παραταξάμενος πολύ τε πλῆθος αὐτῶν ἀναιρεῖ κατὰ τὴν μάχην καὶ τῆς ἀνοίας παυσαμένους ἠνάγκασε σωφρονεῖν.ἔμελλον δὲ κἀκείνου μὴ θᾶττον εἰς τοὺς τόπους παραβαλόντος δίκην οὐκ εἰς μακρὰν ὑφέξειν·ἡνίκα γὰρ πρῶτον ἡ τῆς ἀποστάσεως αὐτῶν ἀγγελία τῇ Ῥώμῃ προσέπεσε, Δομετιανὸς Καῖσαρ πυθόμενος οὐχ ὡς ἂν ἕτερος ἐν τούτῳ τῆς ἡλικίας, νέος γὰρ ἦν ἔτι παντάπασιν, τηλικοῦτον ἄρασθαι μέγεθος πραγμάτων ὤκνησεν,ἔχων δὲ πατρόθεν ἔμφυτον τὴν ἀνδραγαθίαν καὶ τελειοτέραν τὴν ἄσκησιν τῆς ἡλικίας πεποιημένος ἐπὶ τοὺς βαρβάρους εὐθὺς ἤλαυνεν.οἱ δὲ πρὸς τὴν φήμην τῆς ἐφόδου καταπεσόντες ἐπʼ αὐτῷ σφᾶς αὐτοὺς ἐποιήσαντο μέγα τοῦ φόβου κέρδος εὑράμενοι τὸ χωρὶς συμφορῶν ὑπὸ τὸν αὐτὸν πάλιν ζυγὸν ὑπαχθῆναι.πᾶσιν οὖν ἐπιθεὶς τοῖς περὶ τὴν Γαλατίαν τάξιν τὴν προσήκουσαν Δομετιανός, ὡς μηδʼ αὖθις ἄν ποτε ῥᾳδίως ἔτι τἀκεῖ ταραχθῆναι, λαμπρὸς καὶ περίβλεπτος ἐπὶ κρείττοσι μὲν τῆς ἡλικίας, πρέπουσι δὲ τῷ πατρὶ κατορθώμασιν εἰς τὴν Ῥώμην ἀνέζευξε.Τῇ δὲ προειρημένῃ Γερμανῶν ἀποστάσει κατὰ τὰς αὐτὰς ἡμέρας καὶ Σκυθικὸν τόλμημα πρὸς Ῥωμαίους συνέδραμεν.οἱ γὰρ καλούμενοι Σκυθῶν Σαρμάται, πολὺ πλῆθος ὄντες, ἄδηλοι μὲν τὸν Ἴστρον ἐπεραιώθησαν εἰς τὴν ἐπιτάδε, πολλῇ δὲ βίᾳ καὶ χαλεποὶ διὰ τὸ παντάπασιν ἀνέλπιστον τῆς ἐφόδου προσπεσόντες πολλοὺς μὲν τῶν ἐπὶ τῆς φρουρᾶς Ῥωμαίων ἀναιροῦσι,καὶ τὸν πρεσβευτὴν τὸν ὑπατικὸν Φοντήιον Ἀγρίππαν ὑπαντιάσαντα καρτερῶς μαχόμενον κτείνουσι, τὴν δʼ ὑποκειμένην χώραν ἅπασαν κατέτρεχον ἄγοντες καὶ φέροντες ὅτῳ περιπέσοιεν.Οὐεσπασιανὸς δὲ τὰ γεγενημένα καὶ τὴν πόρθησιν τῆς Μυσίας πυθόμενος Ῥούβριον Γάλλον ἐκπέμπει δίκην ἐπιθήσοντα τοῖς Σαρμάταις.ὑφʼ οὗ πολλοὶ μὲν αὐτῶν ἐν ταῖς μάχαις ἀπέθανον, τὸ δὲ περισωθὲν μετὰ δέους εἰς τὴν οἰκείαν διέφυγεν.τοῦτο δὲ τῷ πολέμῳ τέλος ἐπιθεὶς ὁ στρατηγὸς καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας προυνόησε· πλείοσι γὰρ καὶ μείζοσι φυλακαῖς τὸν τόπον διέλαβεν, ὡς εἶναι τοῖς βαρβάροις τὴν διάβασιν τελέως ἀδύνατον.ὁ μὲν οὖν περὶ τὴν Μυσίαν πόλεμος ταχεῖαν οὕτως ἔλαβε τὴν κρίσιν.