καθʼ ὃν δὲ καιρὸν ὁ πόλεμος ἀνακεκήρυκτο, νεωστὶ δʼ εἰς τὴν Συρίαν Οὐεσπασιανὸς καταπεπλεύκει, τὸ δὲ κατὰ τῶν Ἰουδαίων παρὰ πᾶσιν ἤκμαζε μῖσος,τότε δή τις Ἀντίοχος εἷς ἐξ αὐτῶν τὰ μάλιστα διὰ τὸν πατέρα τιμώμενος, ἦν γὰρ ἄρχων τῶν ἐπʼ Ἀντιοχείας Ἰουδαίων, τοῦ δήμου τῶν Ἀντιοχέων ἐκκλησιάζοντος εἰς τὸ θέατρον παρελθὼν τόν τε πατέρα τὸν αὐτοῦ καὶ τοὺς ἄλλους ἐνεδείκνυτο κατηγορῶν, ὅτι νυκτὶ μιᾷ καταπρῆσαι τὴν πόλιν ἅπασαν διεγνώκεισαν, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς κεκοινωνηκότας τῶν βεβουλευμένων.ταῦτα ἀκούων ὁ δῆμος τὴν ὀργὴν οὐ κατεῖχεν, ἀλλʼ ἐπὶ μὲν τοὺς παραδοθέντας πῦρ εὐθὺς ἐκέλευον κομίζειν, καὶ παραχρῆμα πάντες ἐπὶ τοῦ θεάτρου κατεφλέγησαν,ἐπὶ δὲ τὸ πλῆθος ὥρμητο τῶν Ἰουδαίων ἐν τῷ τάχιον ἐκείνους τιμωρίᾳ περιβαλεῖν τὴν αὐτῶν πατρίδα σώζειν νομίζοντες.Ἀντίοχος δὲ προσεπέτεινε τὴν ὀργήν, περὶ μὲν τῆς αὐτοῦ μεταβολῆς καὶ τοῦ μεμισηκέναι τὰ τῶν Ἰουδαίων ἔθη τεκμήριον ἐμπαρέχειν οἰόμενος τὸ ἐπιθύειν ὥσπερ νόμος ἐστὶ τοῖς Ἕλλησιν·ἐκέλευε δὲ καὶ τοὺς ἄλλους τὸ αὐτὸ ποιεῖν ἀναγκάζειν· φανεροὺς γὰρ γενήσεσθαι τῷ μὴ θέλειν τοὺς ἐπιβεβουλευκότας. χρωμένων δὲ τῇ πείρᾳ τῶν Ἀντιοχέων ὀλίγοι μὲν ὑπέμειναν, οἱ δὲ μὴ βουληθέντες ἀνῃρέθησαν.Ἀντίοχος δὲ στρατιώτας παρὰ τοῦ Ῥωμαίων ἡγεμόνος λαβὼν χαλεπὸς ἐφειστήκει τοῖς αὐτοῦ πολίταις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων, ἀλλὰ βιαζόμενος πάντα πράττειν ὅσα δὴ καὶ ταῖς ἄλλαις ἡμέραις.οὕτως τε τὴν ἀνάγκην ἰσχυρὰν ἐποίησεν, ὡς μὴ μόνον ἐπʼ Ἀντιοχείας καταλυθῆναι τὴν ἑβδομάδα ἀργὴν ἡμέραν, ἀλλʼ ἐκεῖθεν ἀρξαμένου τοῦ πράγματος κἀν ταῖς ἄλλαις πόλεσιν ὁμοίως βραχύν τινα χρόνον.Τοιούτων δὴ τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις τῶν κατʼ ἐκεῖνον τὸν καιρὸν κακῶν γεγενημένων δευτέρα πάλιν συμφορὰ προσέπεσε, περὶ ἧς ἐπιχειρήσαντες ἀφηγεῖσθαι καὶ ταῦτα διεξήλθομεν.ἐπεὶ γὰρ συνέβη καταπρησθῆναι τὴν τετράγωνον ἀγορὰν ἀρχεῖά τε καὶ γραμματοφυλάκιον καὶ τὰς βασιλικάς, μόλις τε τὸ πῦρ ἐκωλύθη μετὰ πολλῆς βίας ἐπὶ πᾶσαν τὴν πόλιν περιφερόμενον, ταύτην Ἀντίοχος τὴν πρᾶξιν Ἰουδαίων κατηγόρει.καὶ τοὺς Ἀντιοχεῖς, εἰ καὶ μὴ πρότερον εἶχον πρὸς αὐτοὺς ἀπεχθῶς, τάχιστα τῇ διαβολῇ παρὰ τὴν ἐκ τοῦ συμβεβηκότος ταραχὴν ὑπαχθέντας πολὺ μᾶλλον ἐκ τῶν προϋπηργμένων τοῖς ὑπʼ αὐτοῦ λεγομένοις πιστεύειν παρεσκεύασεν, ὡς μόνον οὐκ αὐτοὺς τὸ πῦρ ἐνιέμενον ὑπὸ τῶν Ἰουδαίων ἑωρακότας,καὶ καθάπερ ἐμμανεῖς γεγενημένοι μετὰ πολλοῦ τινος οἴστρου πάντες ἐπὶ τοὺς διαβεβλημένους ὥρμηντο.μόλις δʼ αὐτῶν ἐδυνήθη τὰς ὁρμὰς ἐπισχεῖν Ναῖος Κολλήγας τις πρεσβευτής, ἀξιῶν ἐπιτρέψαι Καίσαρι δηλωθῆναι περὶ τῶν γεγονότων·τὸν γὰρ ἡγεμονεύοντα τῆς Συρίας Καισέννιον Παῖτον ἤδη μὲν Οὐεσπασιανὸς ἐξαπεστάλκει, συνέβαινε δὲ παρεῖναι μηδέπω.ποιούμενος δὲ ἐπιμελῆ τὴν ἀναζήτησιν ὁ Κολλήγας ἐξεῦρε τὴν ἀλήθειαν, καὶ τῶν μὲν τὴν αἰτίαν ὑπʼ Ἀντιόχου λαβόντων Ἰουδαίων οὐδεὶς οὐδʼ ἐκοινώνησεν,ἅπαν δὲ τοὖργον ἔπραξαν ἄνθρωποί τινες ἀλιτήριοι διὰ χρεῶν ἀνάγκας νομίζοντες, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια καταπρήσειαν γράμματα, τῆς ἀπαιτήσεως ἀπαλλαγὴν ἕξειν.Ἰουδαῖοι μὲν οὖν ἐπὶ μετεώροις ταῖς αἰτίαις τὸ μέλλον ἔτι καραδοκοῦντες ἐν φόβοις χαλεποῖς ἀπεσάλευον.Τίτος δὲ Καῖσαρ τῆς περὶ τοῦ πατρὸς ἀγγελίας αὐτῷ κομισθείσης, ὅτι πάσαις μὲν ποθεινὸς ταῖς κατὰ τὴν Ἰταλίαν πόλεσιν ἐπῆλθεν, μάλιστα δʼ ἡ Ῥώμη μετὰ πολλῆς αὐτὸν ἐδέξατο προθυμίας καὶ λαμπρότητος, εἰς πολλὴν χαρὰν καὶ θυμηδίαν ἐτράπετο, τῶν περὶ αὐτοῦ φροντίδων ὡς ἥδιστον ἦν ἀπηλλαγμένος.Οὐεσπασιανὸν γὰρ ἔτι μὲν καὶ μακρὰν ἀπόντα πάντες οἱ κατὰ τὴν Ἰταλίαν ἄνθρωποι ταῖς γνώμαις περιεῖπον ὡς ἥκοντα, τὴν προσδοκίαν ἐκ τοῦ πάνυ θέλειν ἄφιξιν αὐτοῦ νομίζοντες καὶ πάσης ἀνάγκης ἐλευθέραν τὴν πρὸς αὐτὸν ἔχοντες εὔνοιαν.τῇ τε γὰρ βουλῇ κατὰ μνήμην τῶν γεγενημένων ἐν ταῖς τῶν ἡγεμόνων μεταβολαῖς συμφορῶν εὐκταῖον ἦν ἀπολαβεῖν ἡγεμόνα γήρως σεμνότητι καὶ πράξεων ἀκμῇ πολεμικῶν κεκοσμημένον, ᾧ τὴν ὑπεροχὴν πρὸς μόνην ἠπίσταντο τὴν τῶν ἀρχομένων σωτηρίαν ἐσομένην.καὶ μὴν ὁ δῆμος ὑπὸ τῶν ἐμφυλίων κακῶν τετρυχωμένος ἔτι μᾶλλον ἐλθεῖν αὐτὸν ἔσπευδε, τότε δὴ βεβαίως μὲν ἀπαλλαγήσεσθαι τῶν συμφορῶν ὑπολαμβάνων, ἀπολήψεσθαι δὲ τὴν ἄδειαν μετὰ τῆς εὐετηρίας πεπιστευκώς.ἐξαιρέτως δὲ τὸ στρατιωτικὸν εἰς αὐτὸν ἀφεώρα· μάλιστα γὰρ οὗτοι τῶν κατωρθωμένων αὐτῷ πολέμων ἐγίνωσκον τὸ μέγεθος, τῆς ἀπειρίας δὲ τῶν ἄλλων ἡγεμόνων καὶ τῆς ἀνανδρίας πεπειραμένοι πολλῆς μὲν αἰσχύνης αὐτοὺς ἐπεθύμουν ἀπηλλάχθαι, τὸν μόνον δὲ καὶ σώζειν αὐτοὺς καὶ κοσμεῖν δυνάμενον ἀπολαβεῖν ηὔχοντο.τοιαύτης δὲ εὐνοίας ἐξ ἁπάντων ὑπαρχούσης τοῖς μὲν κατὰ τὰς ἀξιώσεις προύχουσι τῶν ἀνδρῶν οὐκέτʼ ἀνεκτὸν ἦν ἀναμένειν, ἀλλὰ πορρωτάτω τῆς Ῥώμης αὐτῷ προεντυχεῖν ἔσπευδον.οὐ μὴν οὐδὲ τῶν ἄλλων τις ἠνείχετο τῆς ἐντεύξεως τὴν ἀναβολήν, ἀλλʼ οὕτως ἐξεχέοντο πάντες ἀθρόοι καὶ πᾶσιν εὐπορώτερον καὶ ῥᾷον ἐδόκει τοῦ μένειν τὸ ἀπιέναι, ὡς καὶ τὴν πόλιν αὐτὴν τότε πρῶτον ἐν ἑαυτῇ λαβεῖν ὀλιγανθρωπίας αἴσθησιν ἰδίαν· ἦσαν γὰρ ἐλάττους τῶν ἀπιόντων οἱ μένοντες.