ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων ἡ κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δʼ ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι,καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρῳ καταπεφραγμένος ἅπας, ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ Ῥωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν.ἐν ταὐτῷ δὲ καὶ κριὸν ὁ Σίλβας μέγαν κατασκευασάμενος, συνεχεῖς κελεύσας ποιεῖσθαι τῷ τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλʼ οὖν ἀναρρήξας τι μέρος κατήρειψε.φθάνουσι δʼ οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον, ὃ μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι· μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῷδε τρόπῳ κατεσκεύασαν.δοκοὺς μεγάλας ἐπὶ μῆκος προσεχεῖς ἀλλήλαις κατὰ τὴν τομὴν συνέθεσαν. δύο δὲ ἦσαν τούτων στίχοι παράλληλοι τοσοῦτον διεστῶτες ὅσον εἶναι πλάτος τείχους, καὶ μέσον ἀμφοῖν τὸν χοῦν ἐνεφόρουν.ὅπως δὲ μηδὲ ὑψουμένου τοῦ χώματος ἡ γῆ διαχέοιτο, πάλιν ἑτέραις δοκοῖς ἐπικαρσίαις τὰς κατὰ μῆκος κειμένας διέδεον.ἦν οὖν ἐκείνοις μὲν οἰκοδομίᾳ τὸ ἔργον παραπλήσιον, τῶν μηχανημάτων δʼ αἱ πληγαὶ φερόμεναι πρὸς εἶκον ἐξελύοντο καὶ τῷ σάλῳ συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον.τοῦτο συνιδὼν ὁ Σίλβας πυρὶ μᾶλλον αἱρήσειν ἐνόμιζεν τὸ τεῖχος, καὶ τοῖς στρατιώταις προσέταττε λαμπάδας αἰθομένας ἀθρόους ἐσακοντίζειν.τὸ δὲ οἷα δὴ ξύλων τὸ πλέον πεποιημένον ταχὺ τοῦ πυρὸς ἀντελάβετο καὶ τῇ χαυνότητι πυρωθὲν διὰ βάθους φλόγα πολλὴν ἐξεπύρσευσεν.ἀρχομένου μὲν οὖν ἔτι τοῦ πυρὸς βορρᾶς ἐμπνέων τοῖς Ῥωμαίοις φοβερὸς ἦν· ἄνωθεν γὰρ ἀποστρέφων ἐπʼ ἐκείνους ἤλαυνε τὴν φλόγα, καὶ σχεδὸν ἤδη τῶν μηχανημάτων ὡς συμφλεγησομένων ἀπέγνωσαν·ἔπειτα δʼ αἰφνίδιον νότος μεταβαλὼν καθάπερ ἐκ δαιμονίου προνοίας καὶ πολὺς ἐναντίον πνεύσας τῷ τείχει φέρων αὐτὴν προσέβαλε, καὶ πᾶν ἤδη διὰ βάθους ἐφλέγετο.Ῥωμαῖοι μὲν οὖν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ κεχρημένοι χαίροντες εἰς τὸ στρατόπεδον ἀπηλλάττοντο μεθʼ ἡμέραν ἐπιχειρεῖν τοῖς πολεμίοις διεγνωκότες καὶ τὰς φυλακὰς νύκτωρ ἐπιμελεστέρας ἐποιήσαντο, μή τινες αὐτῶν λάθωσιν ἀποδράντες.Οὐ μὴν οὔτε αὐτὸς Ἐλεάζαρος ἐν νῷ δρασμὸν ἔλαβεν οὔτε ἄλλῳ τινὶ τοῦτο ποιεῖν ἔμελλεν ἐπιτρέψειν.ὁρῶν δὲ τὸ μὲν τεῖχος ὑπὸ τοῦ πυρὸς ἀναλούμενον, ἄλλον δὲ οὐδένα σωτηρίας τρόπον οὐδʼ ἀλκῆς ἐπινοῶν, ἃ δὲ ἔμελλον Ῥωμαῖοι δράσειν αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας [αὐτῶν], εἰ κρατήσειαν, ὑπʼ ὀφθαλμοὺς αὑτῷ τιθέμενος, θάνατον κατὰ πάντων ἐβουλεύσατο.καὶ τοῦτο κρίνας ἐκ τῶν παρόντων ἄριστον, τοὺς ἀνδρωδεστάτους τῶν ἑταίρων συναγαγὼν τοιούτοις ἐπὶ τὴν πρᾶξιν λόγοις παρεκάλει·πάλαι διεγνωκότας ἡμᾶς, ἄνδρες ἀγαθοί, μήτε Ῥωμαίοις μήτʼ ἄλλῳ τινὶ δουλεύειν ἢ θεῷ, μόνος γὰρ οὗτος ἀληθής ἐστι καὶ δίκαιος ἀνθρώπων δεσπότης, ἥκει νῦν καιρὸς ἐπαληθεῦσαι κελεύων τὸ φρόνημα τοῖς ἔργοις.πρὸς ὃν αὑτοὺς μὴ καταισχύνωμεν πρότερον μηδὲ δουλείαν ἀκίνδυνον ὑπομείναντες, νῦν δὲ μετὰ δουλείας ἑλόμενοι τιμωρίας ἀνηκέστους, εἰ ζῶντες ὑπὸ Ῥωμαίοις ἐσόμεθα· πρῶτοί τε γὰρ πάντων ἀπέστημεν καὶ πολεμοῦμεν αὐτοῖς τελευταῖοι.νομίζω δὲ καὶ παρὰ θεοῦ ταύτην δεδόσθαι χάριν τοῦ δύνασθαι καλῶς καὶ ἐλευθέρως ἀποθανεῖν, ὅπερ ἄλλοις οὐκ ἐγένετο παρʼ ἐλπίδα κρατηθεῖσιν.ἡμῖν δὲ πρόδηλος μέν ἐστιν ἡ γενησομένη μεθʼ ἡμέραν ἅλωσις, ἐλευθέρα δὲ ἡ τοῦ γενναίου θανάτου μετὰ τῶν φιλτάτων αἵρεσις. οὔτε γὰρ τοῦτʼ ἀποκωλύειν οἱ πολέμιοι δύνανται πάντως εὐχόμενοι ζῶντας ἡμᾶς παραλαβεῖν, οὔθʼ ἡμεῖς ἐκείνους ἔτι νικᾶν μαχόμενοι.ἔδει μὲν γὰρ εὐθὺς ἴσως ἐξ ἀρχῆς, ὅτε τῆς ἐλευθερίας ἡμῖν ἀντιποιεῖσθαι θελήσασι πάντα καὶ παρʼ ἀλλήλων ἀπέβαινε χαλεπὰ καὶ παρὰ τῶν πολεμίων χείρω, τῆς τοῦ θεοῦ γνώμης στοχάζεσθαι καὶ γινώσκειν, ὅτι τὸ πάλαι φίλον αὐτῷ φῦλον Ἰουδαίων κατέγνωστο·μένων γὰρ εὐμενὴς ἢ μετρίως γοῦν ἀπηχθημένος, οὐκ ἂν τοσούτων μὲν ἀνθρώπων περιεῖδεν ὄλεθρον, προήκατο δὲ τὴν ἱερωτάτην αὐτοῦ πόλιν πυρὶ καὶ κατασκαφαῖς πολεμίων.ἡμεῖς δʼ ἄρα καὶ μόνοι τοῦ παντὸς Ἰουδαίων γένους ἠλπίσαμεν περιέσεσθαι τὴν ἐλευθερίαν φυλάξαντες, ὥσπερ ἀναμάρτητοι πρὸς τὸν θεὸν γενόμενοι καὶ μηδεμιᾶς μετασχόντες , οἳ καὶ τοὺς ἄλλους ἐδιδάξαμεν;τοιγαροῦν ὁρᾶτε, πῶς ἡμᾶς ἐλέγχει μάταια προσδοκήσαντας κρείττονα τῶν ἐλπίδων τὴν ἐν τοῖς δεινοῖς ἀνάγκην ἐπαγαγών·οὐδὲ γὰρ ἡ τοῦ φρουρίου φύσις ἀνάλωτος οὖσα πρὸς σωτηρίαν ὠφέληκεν, ἀλλὰ καὶ τροφῆς ἀφθονίαν καὶ πλῆθος ὅπλων καὶ τὴν ἄλλην ἔχοντες παρασκευὴν περιττεύουσαν ὑπʼ αὐτοῦ περιφανῶς τοῦ θεοῦ τὴν ἐλπίδα τῆς σωτηρίας ἀφῃρήμεθα.τὸ γὰρ πῦρ εἰς τοὺς πολεμίους φερόμενον οὐκ αὐτομάτως ἐπὶ τὸ κατασκευασθὲν τεῖχος ὑφʼ ἡμῶν ἀνέστρεψεν, ἀλλʼ ἔστι ταῦτα χόλος πολλῶν ἀδικημάτων, ἃ μανέντες εἰς τοὺς ὁμοφύλους ἐτολμήσαμεν.ὑπὲρ ὧν μὴ τοῖς ἐχθίστοις Ῥωμαίοις δίκας ἀλλὰ τῷ θεῷ διʼ ἡμῶν αὐτῶν ὑπόσχωμεν· αὗται δέ εἰσιν ἐκείνων μετριώτεραι·