Τίτος δὲ ἀπὸ τῆς ἐπὶ θαλάττῃ Καισαρείας ἀναζεύξας εἰς τὴν Φιλίππου καλουμένην Καισάρειαν ἧκε συχνόντʼ ἐν αὐτῇ χρόνον ἐπέμεινεν παντοίας θεωρίας ἐπιτελῶν καὶ πολλοὶ τῶν αἰχμαλώτων ἐνταῦθα διεφθάρησαν, οἱ μὲν θηρίοις παραβληθέντες, οἱ δὲ κατὰ πληθὺν ἀλλήλοις ἀναγκαζόμενοι χρήσασθαι πολεμίοις.ἐνταῦθα καὶ τὴν Σίμωνος τοῦ Γιώρα σύλληψιν ἐπύθετο τοῦτον γενομένην τὸν τρόπον.Σίμων οὗτος Ἱεροσολύμων πολιορκουμένων ἐπὶ τῆς ἄνω πόλεως ὤν, ἐπεὶ τῶν τειχῶν ἐντὸς ἡ Ῥωμαίων στρατιὰ γενομένη πᾶσαν ἐπόρθει τὴν πόλιν, τότε τῶν φίλων τοὺς πιστοτάτους παραλαβὼν καὶ σὺν αὐτοῖς λιθοτόμους τε καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον τροφήν τε διαρκεῖν εἰς πολλὰς ἡμέρας δυναμένην, σὺν ἐκείνοις ἅπασι καθίησιν αὑτὸν εἴς τινα τῶν ἀφανῶν ὑπονόμων.καὶ μέχρι μὲν ἦν τὸ παλαιὸν ὄρυγμα, προυχώρουν διʼ αὐτοῦ, τῆς στερεᾶς δὲ γῆς ὑπαντώσης ταύτην ὑπενόμευον, ἐλπίδι τοῦ πορρωτέρω δυνήσεσθαι προελθόντες ἐν ἀσφαλεῖ ποιησάμενοι τὴν ἀνάδυσιν ἀποσώζεσθαι.ψευδῆ δὲ τὴν ἐλπίδα διήλεγχεν ἡ πεῖρα τῶν ἔργων· ὀλίγον τε γὰρ μόλις προύβαινον οἱ μεταλλεύοντες, ἥ τε τροφὴ καίτοι ταμιευομένοις ἔμελλεν ἐπιλείψειν.τότε δὴ τοίνυν ὡς διʼ ἐκπλήξεως ἀπατῆσαι τοὺς Ῥωμαίους δυνησόμενος λευκοὺς ἐνδιδύσκει χιτωνίσκους καὶ πορφυρᾶν ἐμπερονησάμενος χλανίδα κατʼ αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐν ᾧ τὸ ἱερὸν ἦν πρόσθεν, ἐκ τῆς γῆς ἀνεφάνη.τὸ μὲν οὖν πρῶτον τοῖς ἰδοῦσι θάμβος προσέπεσε καὶ κατὰ χώραν ἔμενον, ἔπειτα δʼ ἐγγυτέρω προσελθόντες ὅστις ἐστὶν ἤροντο.καὶ τοῦτο μὲν οὐκ ἐδήλου Σίμων αὐτοῖς, καλεῖν δὲ τὸν ἡγεμόνα προσέταττεν. καὶ ταχέως πρὸς αὐτὸν δραμόντων ἧκεν Τερέντιος Ῥοῦφος· οὗτος γὰρ ἄρχων τῆς στρατιᾶς κατελέλειπτο· πυθόμενός τε παρʼ αὐτοῦ πᾶσαν τὴν ἀλήθειαν τὸν μὲν ἐφύλαττε δεδεμένον, Καίσαρι δʼ ὅπως εἴη συνειλημμένος ἐδήλου.Σίμωνα μὲν οὖν εἰς δίκην τῆς κατὰ τῶν πολιτῶν ὠμότητος, ὧν πικρῶς αὐτὸς ἐτυράννησεν, ὑπὸ τοῖς μάλιστα μισοῦσι πολεμίοις ἐποίησεν ὁ θεός,οὐ βίᾳ γενόμενον αὐτοῖς ὑποχείριον, ἀλλʼ αὑτὸν ἑκουσίως εἰς τὴν τιμωρίαν παραβαλόντα, διʼ ὃ πολλοὺς αὐτὸς ὠμῶς ἀπέκτεινε ψευδεῖς αἰτίας ἐπιφέρων τῆς πρὸς Ῥωμαίους μεταβολῆς.οὐδὲ γὰρ διαφεύγει πονηρία θεοῦ χόλον, οὐδὲ ἀσθενὴς ἡ δίκη, χρόνῳ δὲ μέτεισι τοὺς εἰς αὐτὴν παρανομήσαντας καὶ χείρω τὴν τιμωρίαν ἐπιφέρει τοῖς πονηροῖς, ὅτι καὶ προσεδόκησαν αὐτῆς ἀπηλλάχθαι μὴ παραυτίκα κολασθέντες. ἔγνω τοῦτο καὶ Σίμων εἰς τὰς Ῥωμαίων ὀργὰς ἐμπεσών.ἡ δʼ ἐκείνου γῆθεν ἄνοδος πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος ὑπʼ ἐκείνας τὰς ἡμέρας ἐν τοῖς ὑπονόμοις φωραθῆναι παρεσκεύασε.Καίσαρι δὲ εἰς τὴν παράλιον ἐπανελθόντι Καισάρειαν Σίμων προσήχθη δεδεμένος· κἀκεῖνον μὲν εἰς ὃν ἐπιτελεῖν ἐν Ῥώμῃ παρεσκευάζετο θρίαμβον προσέταξε φυλάττειν.Διατρίβων δʼ αὐτόθι τὴν τἀδελφοῦ γενέθλιον ἡμέραν ἐπιφανῶς ἑώρταζε, πολὺ καὶ τῆς τῶν Ἰουδαίων κολάσεως εἰς τὴν ἐκείνου τιμὴν ἀνατιθείς.ὁ γὰρ ἀριθμὸς τῶν ἔν τε ταῖς πρὸς τὰ θηρία μάχαις καὶ τῶν καταπιμπραμένων ἔν τε ταῖς ἀλληλοκτονίαις ἀναιρουμένων πεντακοσίους ἐπὶ τοῖς δισχιλίοις ὑπερέβαλε. πάντα μέντοι Ῥωμαίοις ἐδόκει ταῦτα μυρίοις αὐτῶν ἀπολλυμένων τρόποις ἐλάττων κόλασις εἶναι.μετὰ τοῦτο Καῖσαρ εἰς Βηρυτὸν ἧκεν· ἡ δʼ ἐστὶν ἐν τῇ Φοινίκῃ πόλις Ῥωμαίων ἄποικος· κἀνταῦθα χρονιωτέραν ἐποιήσατο τὴν ἐπιδημίαν πλείονι χρώμενος τῇ λαμπρότητι περὶ τὴν τοῦ πατρὸς ἡμέραν γενέθλιον ἔν τε ταῖς τῶν θεωριῶν πολυτελείαις καὶ κατὰ τὴν ἄλλην ἐπίνοιαν τῶν ἄλλων ἀναλωμάτων.τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸν αὐτὸν τρόπον ὡς πρόσθεν ἀπώλλυτο.Γενέσθαι δὲ συνέβη περὶ τὸν καιρὸν τοῦτον καὶ τοῖς ἐν Ἀντιοχείᾳ τῶν Ἰουδαίων ὑπολειπομένοις ἐγκλήματα καὶ κίνδυνον ὀλέθρου τῆς πόλεως ἐπʼ αὐτοὺς τῶν Ἀντιοχέων ἐκταραχθείσης διά τε τὰς ἐν τῷ παρόντι διαβολὰς αὐτοῖς ἐπενεχθείσας καὶ διὰ τὰ ὑπηργμένα χρόνῳ πρόσθεν οὐ πολλῷ,περὶ ὧν ἀναγκαῖόν ἐστι διὰ συντόμων προειπεῖν, ἵνα καὶ τῶν μετὰ ταῦτα πραχθέντων εὐπαρακολούθητον ποιήσωμαι τὴν διήγησιν.Τὸ γὰρ Ἰουδαίων γένος πολὺ μὲν κατὰ πᾶσαν τὴν οἰκουμένην παρέσπαρται τοῖς ἐπιχωρίοις, πλεῖστον δὲ τῇ Συρίᾳ κατὰ τὴν γειτνίασιν ἀναμεμιγμένον ἐξαιρέτως ἐπὶ τῆς Ἀντιοχείας ἦν πολὺ διὰ τὸ τῆς πόλεως μέγεθος· μάλιστα δʼ αὐτοῖς ἀδεᾶ τὴν ἐκεῖ κατοίκησιν οἱ μετʼ Ἀντίοχον βασιλεῖς παρέσχον·Ἀντίοχος μὲν γὰρ ὁ κληθεὶς Ἐπιφανὴς Ἱεροσόλυμα πορθήσας τὸν νεὼν ἐσύλησεν, οἱ δὲ μετʼ αὐτὸν τὴν βασιλείαν παραλαβόντες τῶν ἀναθημάτων ὅσα χαλκᾶ πεποίητο πάντα τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις ἀπέδοσαν εἰς τὴν συναγωγὴν αὐτῶν ἀναθέντες, καὶ συνεχώρησαν αὐτοῖς ἐξ ἴσου τῆς πόλεως τοῖς Ἕλλησι μετέχειν.τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν μετὰ ταῦτα βασιλέων αὐτοῖς προσφερομένων εἴς τε πλῆθος ἐπέδωκαν καὶ τῇ κατασκευῇ καὶ τῇ πολυτελείᾳ τῶν ἀναθημάτων τὸ ἱερὸν ἐξελάμπρυναν, ἀεί τε προσαγόμενοι ταῖς θρησκείαις πολὺ πλῆθος Ἑλλήνων, κἀκείνους τρόπῳ τινὶ μοῖραν αὐτῶν πεποίηντο.