καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκατὸν σταδίους πρὸς τοῖς εἴκοσιν εἰς τὸ πεδίον ἐν αὐτῷ καταυλίζεται.Παῖτος δὲ ἐπὶ μὲν τὰ Σαμόσατα τοὺς καταληψομένους ἀποστέλλει καὶ διʼ ἐκείνων εἶχε τὴν πόλιν, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ἐπʼ Ἀντίοχον ἐποιεῖτο τὴν ὁρμήν.οὐ μὴν ὁ βασιλεὺς οὐδʼ ὑπὸ τῆς ἀνάγκης προήχθη πρᾶξαί τι πρὸς Ῥωμαίους πολεμικόν, ἀλλὰ τὴν αὐτοῦ τύχην ὀδυρόμενος ὅ τι δέοι παθεῖν ὑπέμενε·νέοις δὲ καὶ πολέμων ἐμπείροις καὶ ῥώμῃ σωμάτων διαφέρουσιν οὐ ῥᾴδιον ἦν τοῖς παισὶν αὐτοῦ τὴν συμφορὰν ἀμαχεὶ καρτερεῖν· τρέπονται οὖν πρὸς ἀλκὴν Ἐπιφανής τε καὶ Καλλίνικος.σφοδρᾶς δὲ τῆς μάχης καὶ παρʼ ὅλην τὴν ἡμέραν γενομένης αὐτοὶ τὴν ἀνδρείαν διαπρεπῆ παρέσχον καὶ μηδὲν ἐλαττωθείσῃ τῇ σφετέρᾳ δυνάμει [ἑσπέρᾳ] διελύθησαν.Ἀντιόχῳ δʼ οὐδʼ ἐπὶ τῇ μάχῃ τοῦτον κεχωρηκυίᾳ τὸν τρόπον μένειν ἀνεκτὸν ἐδόκει, λαβὼν δὲ τὴν γυναῖκα καὶ τὰς θυγατέρας μετʼ ἐκείνων ἐποιεῖτο τὴν φυγὴν εἰς Κιλικίαν, καὶ τοῦτο πράξας τὰ φρονήματα τῶν οἰκείων στρατιωτῶν κατέκλασεν·ὡς γὰρ κατεγνωσμένης ὑπʼ αὐτοῦ τῆς βασιλείας ἀπέστησαν καὶ πρὸς τοὺς Ῥωμαίους μετεβάλοντο, καὶ πάντων πρόδηλος ἦν ἀπόγνωσις.πρὶν οὖν τελέως ἐρημωθῆναι τῶν συμμάχων τοῖς περὶ τὸν Ἐπιφανῆ σώζειν αὑτοὺς ἐκ τῶν πολεμίων ἦν ἀναγκαῖον, καὶ γίνονται δέκα σύμπαντες ἱππεῖς οἱ μετʼ αὐτῶν τὸν Εὐφράτην διαβαλόντες,ἔνθεν ἤδη μετʼ ἀδείας πρὸς τὸν βασιλέα τῶν Πάρθων Βολογέσην κομισθέντες οὐχ ὡς φυγάδες ὑπερηφανήθησαν, ἀλλʼ ὡς ἔτι τὴν παλαιὰν ἔχοντες εὐδαιμονίαν πάσης τιμῆς ἠξιώθησαν.Ἀντιόχῳ δʼ εἰς Ταρσὸν ἀφιγμένῳ τῆς Κιλικίας ἑκατοντάρχην Παῖτος ἐπιπέμψας δεδεμένον αὐτὸν εἰς Ῥώμην ἀπέστειλεν.Οὐεσπασιανὸς δʼ οὕτως οὐχ ὑπέμεινεν πρὸς αὐτὸν ἀναχθῆναι τὸν βασιλέα, τῆς παλαιᾶς ἀξιῶν φιλίας μᾶλλον αἰδῶ λαβεῖν ἢ διὰ τὴν τοῦ πολέμου πρόφασιν ἀπαραίτητον ὀργὴν διαφυλάττειν.κελεύει δὴ καθʼ ὁδὸν ἔτʼ ὄντος αὐτοῦ τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ παρέντα τὴν εἰς τὴν Ῥώμην ἄφιξιν τὸ νῦν ἐν Λακεδαίμονι διάγειν, δίδωσί τε μεγάλας αὐτῷ προσόδους χρημάτων, ὅπως μὴ μόνον ἄφθονον ἀλλὰ καὶ βασιλικὴν ἔχοι τὴν δίαιταν.ταῦτα τοῖς περὶ τὸν Ἐπιφανῆ πυθομένοις, πρότερον σφόδρα περὶ τοῦ πατρὸς δεδιόσιν ἀνείθησαν αἱ ψυχαὶ μεγάλης καὶ δυσδιαθέτου φροντίδος.ἐλπὶς δὲ καὶ αὐτοῖς τῶν παρὰ Καίσαρος διαλλαγῶν ἐγένετο Βολογέσου περὶ αὐτῶν ἐπιστείλαντος· οὐδὲ γὰρ εὐδαιμονοῦντες ὑπέμενον ἔξω τῆς Ῥωμαίων ζῆν ἡγεμονίας.δόντος δὲ Καίσαρος ἡμέρως αὐτοῖς τὴν ἄδειαν εἰς Ῥώμην παρεγένοντο, τοῦ τε πατρὸς ὡς αὐτοὺς ἐκ τῆς Λακεδαίμονος εὐθὺς ἐλθόντος πάσης ἀξιούμενοι τιμῆς κατέμενον ἐνταῦθα.Τὸ δὲ τῶν Ἀλανῶν ἔθνος ὅτι μέν εἰσι Σκύθαι περὶ τὸν Τάναϊν καὶ τὴν Μαιῶτιν λίμνην κατοικοῦντες, πρότερόν που δεδηλώκαμεν,κατὰ τούτους δὲ τοὺς χρόνους διανοηθέντες εἰς τὴν Μηδίαν καὶ προσωτέρω ταύτης ἔτι καθʼ ἁρπαγὴν ἐμβαλεῖν τῷ βασιλεῖ τῶν Ὑρκανῶν διαλέγονται· τῆς παρόδου γὰρ οὗτος δεσπότης ἐστίν, ἣν ὁ βασιλεὺς Ἀλέξανδρος πύλαις σιδηραῖς κλειστὴν ἐποίησε.κἀκείνου τὴν εἴσοδον αὐτοῖς παρασχόντος ἀθρόοι καὶ μηδὲν προϋποπτεύσασι τοῖς Μήδοις ἐπιπεσόντες χώραν πολυάνθρωπον καὶ παντοίων ἀνάμεστον βοσκημάτων διήρπαζον μηδενὸς αὐτοῖς τολμῶντος ἀνθίστασθαι.καὶ γὰρ ὁ βασιλεύων τῆς χώρας Πάκορος ὑπὸ δέους εἰς τὰς δυσχωρίας ἀναφεύγων τῶν μὲν ἄλλων ἁπάντων παρακεχωρήκει, μόλις δὲ παρʼ αὐτῶν ἐρρύσατο τήν τε γυναῖκα καὶ τὰς παλλακὰς αἰχμαλώτους γενομένας ἑκατὸν δοὺς τάλαντα.μετὰ πολλῆς οὖν ῥᾳστώνης ἀμαχεὶ ποιούμενοι τὰς ἁρπαγὰς μέχρι τῆς Ἀρμενίας προῆλθον πάντα λεηλατοῦντες.Τιριδάτης δʼ αὐτῆς ἐβασίλευεν, ὃς ὑπαντιάσας αὐτοῖς καὶ ποιησάμενος μάχην παρὰ μικρὸν ἦλθεν ἐπʼ αὐτῆς ζωὸς ἁλῶναι τῆς παρατάξεως·βρόχον γὰρ αὐτῷ περιβαλών τις ἔμελλεν ἐπισπάσειν, εἰ μὴ τῷ ξίφει θᾶττον ἐκεῖνος τὸν τόνον κόψας ἔφθη διαφυγεῖν.οἱ δὲ καὶ διὰ τὴν μάχην ἔτι μᾶλλον ἀγριωθέντες τὴν μὲν χώραν ἐλυμήναντο, πολὺ δὲ πλῆθος ἀνθρώπων καὶ τῆς ἄλλης λείας ἄγοντες ἐξ ἀμφοῖν τῶν βασιλειῶν πάλιν εἰς τὴν οἰκείαν ἀνεκομίσθησαν.Ἐπὶ δὲ τῆς Ἰουδαίας Βάσσου τελευτήσαντος Φλαύιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν, καὶ τὴν μὲν ἄλλην ὁρῶν ἅπασαν τῷ πολέμῳ κεχειρωμένην, ἓν δὲ μόνον ἔτι φρούριον ἀφεστηκός, ἐστράτευσεν ἐπὶ τοῦτο πᾶσαν τὴν ἐν τοῖς τόποις δύναμιν συναγαγών· καλεῖται δὲ τὸ φρούριον Μασάδα.προειστήκει δὲ τῶν κατειληφότων αὐτὸ σικαρίων δυνατὸς ἀνὴρ Ἐλεάζαρος, ἀπόγονος Ἰούδα τοῦ πείσαντος Ἰουδαίους οὐκ ὀλίγους, ὡς πρότερον δεδηλώκαμεν, μὴ ποιεῖσθαι τὰς ἀπογραφάς, ὅτε Κυρίνιος τιμητὴς εἰς τὴν Ἰουδαίαν ἐπέμφθη.τότε γὰρ οἱ σικάριοι συνέστησαν ἐπὶ τοὺς ὑπακούειν Ῥωμαίων θέλοντας καὶ πάντα τρόπον ὡς πολεμίοις προσεφέροντο, τὰς μὲν κτήσεις ἁρπάζοντες καὶ περιελαύνοντες, ταῖς δʼ οἰκήκεσιν αὐτῶν πῦρ ἐνιέντες·οὐδὲν γὰρ ἀλλοφύλων αὐτοὺς ἔφασκον διαφέρειν οὕτως ἀγεννῶς τὴν περιμάχητον Ἰουδαίοις ἐλευθερίαν προεμένους καὶ δουλείαν αἱρεῖσθαι τὴν ὑπὸ Ῥωμαίοις ἀνωμολογηκότας.