ἐνταῦθα δὴ τοίνυν Ἐλεάζαρος ἱκέτευεν αὐτοὺς μήτε αὐτὸν περιιδεῖν ὑπομείναντα θανάτων τὸν οἴκτιστον καὶ σφίσιν αὐτοῖς τὴν σωτηρίαν παρασχεῖν τῇ Ῥωμαίων εἴξαντας ἰσχύι καὶ τύχῃ μετὰ πάντας ἤδη κεχειρωμένους.οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου λόγους κατακλώμενοι καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, παρὰ τὴν αὐτῶν φύσιν εἰς οἶκτον ἐνέδωκαν·καί τινας ἐξαποστείλαντες κατὰ τάχος διελέγοντο ποιεῖσθαι τὴν παράδοσιν τοῦ φρουρίου ἀξιοῦντες, ἵνʼ ἀδεεῖς ἀπαλλάττωνται κομισάμενοι τὸν Ἐλεάζαρον.δεξαμένων δὲ τῶν Ῥωμαίων καὶ τοῦ στρατηγοῦ ταῦτα, τὸ πλῆθος τῶν ἐν τῇ κάτω πόλει τὴν γεγενημένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν αὐτοὶ κατὰ νύκτα λαθόντες ἔγνωσαν ἀποδρᾶναι.τὰς πύλας δὲ αὐτῶν ἀνοιξάντων παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκεν μήνυσις, εἴτʼ οὖν τῆς σωτηρίας αὐτοῖς φθονησάντων εἴτε [καὶ] διὰ δέος, μὴ τὴν αἰτίαν αὐτοὶ λάβωσι τῆς ἐκείνων ἀποδράσεως.οἱ μὲν οὖν ἀνδρειότατοι τῶν ἐξιόντων ἔφθασαν διεκπαίσασθαι καὶ διαφυγεῖν, τῶν δʼ ἔνδον καταλειφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ τοῖς χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν.τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας οἰόμενος δεῖν ὁ Βάσσος διαφυλάττειν αὐτούς τε ἀφίησιν καὶ τὸν Ἐλεάζαρον ἀπέδωκε.Ταῦτα δὲ διοικησάμενος ἠπείγετο τὴν στρατιὰν ἄγων ἐπὶ τὸν προσαγορευόμενον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ εἰς αὐτὸν ἠγγέλθησαν ἠθροῖσθαι τῶν κατὰ τὰς πολιορκίας πρότερον ἔκ τε Ἱεροσολύμων καὶ Μαχαιροῦντος ἀποδράντων.ἐλθὼν οὖν ἐπὶ τὸν τόπον καὶ γνοὺς τὴν ἀγγελίαν οὐκ ἐψευσμένην πρῶτον μὲν τοῖς ἱππεῦσιν ἅπαν κυκλοῦται τὸ χωρίον, ὅπως τοῖς διεκπαίεσθαι τολμῶσιν τῶν Ἰουδαίων ἄπορος ἡ φυγὴ γίνηται διὰ τοὺς ἱππέας· τοὺς δὲ πεζοὺς ἐκέλευσεν δενδροτομεῖν τὴν ὕλην, εἰς ἣν καταπεφεύγεσαν.καθίστανται δὲ διὰ τοῦτο πρὸς ἀνάγκην οἱ Ἰουδαῖοι τοῦ δρᾶν τι γενναῖον ὡς ἐκ παραβόλου ἀγωνίσασθαι τάχα ἂν καὶ διαφυγόντες, ἀθρόοι δὲ καὶ μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κεκυκλωμένοις.οἱ δʼ αὐτοὺς ἐδέχοντο καρτερῶς, καὶ πολλῇ τῶν μὲν ἀπονοίᾳ τῶν δὲ φιλονεικίᾳ χρωμένων χρόνος μὲν οὐκ ὀλίγος διὰ τοῦτο τῇ μάχῃ προύβη, τέλος δʼ αὐτῆς οὐχ ὅμοιον ἀπέβη τοῖς ἀγωνισαμένοις.Ῥωμαίων μὲν γὰρ δώδεκα τοὺς πάντας συνέβη πεσεῖν ὀλίγους τε τρωθῆναι, Ἰουδαίων δὲ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἀλλʼ ὄντες οὐκ ἐλάττους τρισχιλίων πάντες ἀπέθανον,καὶ ὁ στρατηγὸς αὐτῶν Ἰούδας ὁ τοῦ Ἀρεῖ παῖς, περὶ οὗ πρότερον εἰρήκαμεν ὅτι τάξεως ἡγούμενός τινος ἐν τῇ πολιορκίᾳ τῶν Ἱεροσολύμων κατά τινας διαδὺς τῶν ὑπονόμων ἔλαθεν ἀποδράς.Περὶ δὲ τὸν αὐτὸν καιρὸν ἐπέστειλε Καῖσαρ Βάσσῳ καὶ Λαβερίῳ Μαξίμῳ, οὗτος δὲ ἦν ἐπίτροπος, κελεύων πᾶσαν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων.οὐ γὰρ κατῴκισεν ἐκεῖ πόλιν ἰδίαν αὑτῷ τὴν χώραν φυλάττων, ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατιᾶς διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν, ὃ καλεῖται μὲν Ἀμμαοῦς, ἀπέχει δὲ τῶν Ἱεροσολύμων σταδίους τριάκοντα.φόρον δὲ τοῖς ὁπουδηποτοῦν οὖσιν Ἰουδαίοις ἐπέβαλεν δύο δραχμὰς ἕκαστον κελεύσας ἀνὰ πᾶν ἔτος εἰς τὸ Καπετώλιον φέρειν, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν συνετέλουν. καὶ τὰ μὲν Ἰουδαίων τότε τοιαύτην εἶχε κατάστασιν.Ἤδη δὲ ἔτος τέταρτον Οὐεσπασιανοῦ διέποντος τὴν ἡγεμονίαν συνέβη τὸν βασιλέα τῆς Κομμαγηνῆς Ἀντίοχον μεγάλαις συμφοραῖς πανοικεσίᾳ περιπεσεῖν ἀπὸ τοιαύτης αἰτίας·Καισέννιος Παῖτος, ὁ τῆς Συρίας ἡγεμὼν τότε καθεστηκώς, εἴτʼ οὖν ἀληθεύων εἴτε καὶ διὰ τὴν πρὸς Ἀντίοχον ἔχθραν, οὐ σφόδρα γὰρ τὸ σαφὲς ἠλέγχθη,γράμματα πρὸς Καίσαρα διεπέμψατο, λέγων τὸν Ἀντίοχον μετὰ τοῦ παιδὸς Ἐπιφανοῦς διεγνωκέναι Ῥωμαίων ἀφίστασθαι συνθήκας πρὸς τὸν βασιλέα τῶν Πάρθων πεποιημένον·δεῖν οὖν προκαταλαβεῖν αὐτούς, μὴ φθάσαντες τῶν πραγμάτων [ἄρξασθαι] πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν πολέμῳ συνταράξωσιν.ἔμελλε Καῖσαρ τοιούτου μηνύματος αὐτῷ προσπεσόντος μὴ περιορᾶν· καὶ γὰρ ἡ γειτνίασις τῶν βασιλέων ἐποίει τὸ πρᾶγμα μείζονος ἄξιον προνοίας·τὰ γὰρ Σαμόσατα τῆς Κομμαγηνῆς μεγίστη πόλις κεῖται παρὰ τὸν Εὐφράτην, ὥστʼ εἶναι τοῖς Πάρθοις, εἴ τι τοιοῦτον διενενόηντο, ῥᾴστην μὲν τὴν διάβασιν βεβαίαν δὲ τὴν ὑποδοχήν.πιστευθεὶς οὖν Παῖτος καὶ λαβὼν ἐξουσίαν πράττειν ἃ δοκεῖ συμφέρειν οὐκ ἐμέλλησεν, ἐξαίφνης δὲ τῶν περὶ τὸν Ἀντίοχον οὐδὲν προσδοκώντων εἰς τὴν Κομμαγηνὴν ἐνέβαλεν, τῶν μὲν ταγμάτων ἄγων τὸ ἕκτον καὶ πρὸς τούτῳ λόχους καί τινας ἴλας ἱππέων·συνεμάχουν δὲ καὶ βασιλεῖς αὐτῷ τῆς μὲν Χαλκιδικῆς λεγομένης Ἀριστόβουλος, τῆς Ἐμέσης δὲ καλουμένης Σόαιμος.ἦν δʼ αὐτοῖς τὰ περὶ τὴν εἰσβολὴν ἀνανταγώνιστα· τῶν γὰρ κατὰ τὴν χώραν οὐδεὶς ἤθελε χεῖρας ἀνταίρειν.Ἀντίοχος δὲ τῆς ἀγγελίας ἀδοκήτως προσπεσούσης πολέμου μὲν οὐδὲ ἐπίνοιαν πρὸς Ῥωμαίους ἔσπασεν, ἔγνω δὲ πᾶσαν τὴν βασιλείαν ὡς εἶχεν ἐπὶ σχήματος καταλιπὼν μετὰ γυναικὸς καὶ τέκνων ὑπεξελθεῖν, οὕτως ἂν οἰόμενος καθαρὸν Ῥωμαίοις αὑτὸν ἀποδεῖξαι τῆς ἐπενηνεγμένης αἰτίας.