ὁ μὲν γὰρ μέσος ἦν κίων ἐκ τῆς βάσεως πεπηγώς, λεπτοὶ δʼ ἀπʼ αὐτοῦ μεμήκυντο καυλίσκοι τριαίνης σχήματι παραπλησίαν τὴν θέσιν ἔχοντες, λύχνον ἕκαστος αὐτῶν ἐπʼ ἄκρον κεχαλκευμένος· ἑπτὰ δʼ ἦσαν οὗτοι τῆς παρὰ τοῖς Ἰουδαίοις ἑβδομάδος τὴν τιμὴν ἐμφανίζοντες.ὅ τε νόμος ὁ τῶν Ἰουδαίων ἐπὶ τούτοις ἐφέρετο τῶν λαφύρων τελευταῖος.ἐπὶ τούτοις παρῄεσαν πολλοὶ Νίκης ἀγάλματα κομίζοντες· ἐξ ἐλέφαντος δʼ ἦν πάντων καὶ χρυσοῦ ἡ κατασκευή.μεθʼ ἃ Οὐεσπασιανὸς ἤλαυνε πρῶτος καὶ Τίτος εἵπετο, Δομετιανὸς δὲ παρίππευεν, αὐτός τε διαπρεπῶς κεκοσμημένος καὶ τὸν ἵππον παρέχων θέας ἄξιον.Ἦν δὲ τῆς πομπῆς τὸ τέλος ἐπὶ τὸν νεὼ τοῦ Καπετωλίου Διός, ἐφʼ ὃν ἐλθόντες ἔστησαν· ἦν γὰρ παλαιὸν πάτριον περιμένειν, μέχρις ἂν τὸν τοῦ στρατηγοῦ τῶν πολεμίων θάνατον ἀπαγγείλῃ τις.Σίμων οὗτος ἦν ὁ Γιώρα, τότε πεπομπευκὼς ἐν τοῖς αἰχμαλώτοις, βρόχῳ δὲ περιβληθεὶς εἰς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐσύρετο τόπον αἰκιζομένων αὐτὸν ἅμα τῶν ἀγόντων· νόμος δʼ ἐστὶ Ῥωμαίοις ἐκεῖ κτείνειν τοὺς ἐπὶ κακουργίᾳ θάνατον κατεγνωσμένους.ἐπεὶ δʼ ἀπηγγέλθη τέλος ἔχων καὶ πάντες εὐφήμησαν, ἤρχοντο τῶν θυσιῶν, ἃς ἐπὶ ταῖς νομιζομέναις καλλιερήσαντες εὐχαῖς ἀπῄεσαν εἰς τὸ βασίλειον.καὶ τοὺς μὲν αὐτοὶ πρὸς εὐωχίαν ὑπεδέχοντο, τοῖς δʼ ἄλλοις ἅπασιν εὐτρεπεῖς κατὰ τὸ οἰκεῖον αἱ τῆς ἑστιάσεως ἦσαν παρασκευαί.ταύτην γὰρ τὴν ἡμέραν ἡ Ῥωμαίων πόλις ἑώρταζεν ἐπινίκιον μὲν τῆς κατὰ τῶν πολεμίων στρατείας, πέρας δὲ τῶν ἐμφυλίων κακῶν, ἀρχὴν δὲ τῶν ὑπὲρ τῆς εὐδαιμονίας ἐλπίδων.Μετὰ δὲ τοὺς θριάμβους καὶ τὴν βεβαιοτάτην τῆς Ῥωμαίων ἡγεμονίας κατάστασιν Οὐεσπασιανὸς ἔγνω τέμενος Εἰρήνης κατασκευάσαι· ταχὺ δὲ δὴ μάλα καὶ πάσης ἀνθρωπίνης κρεῖττον ἐπινοίας ἐτετελείωτο.τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν·πάντα γὰρ εἰς ἐκεῖνον τὸν νεὼ συνήχθη καὶ κατετέθη, διʼ ὧν τὴν θέαν ἄνθρωποι πρότερον περὶ πᾶσαν ἐπλανῶντο τὴν οἰκουμένην, ἕως ἄλλο παρʼ ἄλλοις ἦν κείμενον ἰδεῖν ποθοῦντες.ἀνέθηκε δὲ ἐνταῦθα καὶ τὰ ἐκ τοῦ ἱεροῦ τῶν Ἰουδαίων χρυσᾶ κατασκευάσματα σεμνυνόμενος ἐπʼ αὐτοῖς.τὸν δὲ νόμον αὐτῶν καὶ τὰ πορφυρᾶ τοῦ σηκοῦ καταπετάσματα προσέταξεν ἐν τοῖς βασιλείοις ἀποθεμένους φυλάττειν.Εἰς δὲ τὴν Ἰουδαίαν πρεσβευτὴς Λουκίλιος Βάσσος ἐκπεμφθεὶς καὶ τὴν στρατιὰν παρὰ Κερεαλίου Οὐετιλιανοῦ παραλαβὼν τὸ μὲν ἐν τῷ Ἡρωδείῳ φρούριον προσηγάγετο μετὰ τῶν ἐχόντων,μετὰ ταῦτα δὲ πᾶν ὅσον ἦν στρατιωτικὸν συναγαγών, πολὺ δʼ ἦν κατὰ μέρη διῃρημένον, καὶ τῶν ταγμάτων τὸ δέκατον, ἔγνω στρατεύειν ἐπὶ Μαχαιροῦντα· πάνυ γὰρ ἦν ἀναγκαῖον ἐξαιρεθῆναι τὸ φρούριον, μὴ διὰ τὴν ὀχυρότητα πολλοὺς εἰς ἀποστασίαν ἐπαγάγηται.καὶ γὰρ τοῖς κατέχουσι βεβαίαν ἐλπίδα σωτηρίας καὶ τοῖς ἐπιοῦσιν ὄκνον καὶ δέος ἡ τοῦ χωρίου φύσις ἦν παρασχεῖν ἱκανωτάτη.αὐτὸ μὲν γὰρ τὸ τετειχισμένον πετρώδης ὄχθος ἐστὶν εἰς μήκιστον ὕψος ἐγηγερμένος, ὡς εἶναι καὶ διὰ τοῦτο δυσχείρωτος, μεμηχάνηται δʼ ὑπὸ τῆς φύσεως εἶναι μηδὲ προσιτός·φάραγξιν γὰρ πάντοθεν ἀσύνοπτον ἐχούσαις τὸ βάθος περιτετάφρευται, μήτε περαθῆναι ῥᾳδίως δυναμέναις καὶ χωσθῆναι παντάπασιν ἀμηχάνοις.ἡ μὲν γὰρ ἀπὸ τῆς ἑσπέρας περιτέμνουσα παρατείνει σταδίους ἑξήκοντα πέρας αὑτῆς τὴν Ἀσφαλτῖτιν ποιουμένη λίμνην· κατὰ τοῦτο δέ πῃ καὶ αὐτὸς ὁ Μαχαιροῦς τὴν ὑψηλοτάτην ἔχει κορυφὴν ὑπερανίσχουσαν·αἱ δʼ ἀπὸ τῆς ἄρκτου καὶ μεσημβρίας φάραγγες μεγέθει μὲν ἀπολείπονται τῆς προειρημένης, ὁμοίως δʼ εἰσὶν ἀμήχανοι πρὸς ἐπιχείρησιν.τῆς δὲ πρὸς ἀνατολὴν φάραγγος τὸ μὲν βάθος οὐκ ἔλαττον ἑκατὸν εὑρίσκεται πήχεων, τέρμα δὲ γίνεται πρὸς ὄρος ἀπαντικρὺ κείμενον Μαχαιροῦντος.Ταύτην τοῦ τόπου κατιδὼν τὴν φύσιν βασιλεὺς Ἰουδαίων Ἀλέξανδρος πρῶτος ἐπʼ αὐτοῦ τειχίζει φρούριον, ὃ μετὰ ταῦτα Γαβίνιος Ἀριστοβούλῳ πολεμῶν καθεῖλεν.Ἡρώδῃ δὲ βασιλεύοντι παντὸς ἔδοξε μᾶλλον ἐπιμελείας ἄξιον εἶναι καὶ κατασκευῆς ὀχυρωτάτης μάλιστα καὶ διὰ τὴν τῶν Ἀράβων γειτνίασιν· κεῖται γὰρ ἐν ἐπικαίρῳ πρὸς τὴν ἐκείνων γῆν ἀποβλέπον.μέγαν μὲν οὖν τόπον τείχεσιν καὶ πύργοις περιβαλὼν πόλιν ἐνταῦθα κατῴκισεν, ἐξ ἧς ἄνοδος εἰς αὐτὴν ἔφερε τὴν ἀκρώρειαν.οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὴν ἄνω τὴν κορυφὴν τεῖχος ἐδείματο καὶ πύργους ἐπὶ ταῖς γωνίαις ἕκαστον ἑξήκοντα πηχῶν ἀνέστησεν.μέσον δὲ τοῦ περιβόλου βασίλειον ᾠκοδομήσατο μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων πολυτελές,πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν ὕδατος καὶ χορηγίαν ἄφθονον ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων κατεσκεύασεν, ὥσπερ πρὸς τὴν φύσιν ἁμιλληθείς, ἵνʼ αὐτὸς τὸ κατʼ ἐκείνην τοῦ τόπου δυσάλωτον ὑπερβάληται ταῖς χειροποιήτοις ὀχυρώσεσιν·ἔτι γὰρ καὶ βελῶν πλῆθος καὶ μηχανημάτων ἐγκατέθετο καὶ πᾶν ἐπενόησεν ἑτοιμάσασθαι τὸ παρασχεῖν δυνάμενον τοῖς ἐνοικοῦσιν μηκίστης πολιορκίας καταφρόνησιν.Ἐπεφύκει δʼ ἐν τοῖς βασιλείοις πήγανον ἄξιον τοῦ μεγέθους θαυμάσαι· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο.