καὶ προύκοψε τὸ πῦρ μέχρι τῶν Ἑλένης βασιλείων, ἃ δὴ κατὰ μέσην τὴν ἄκραν ἦν, ἐκαίοντο δὲ οἱ στενωποὶ καὶ αἱ οἰκίαι νεκρῶν ὑπὸ τοῦ λιμοῦ διεφθαρμένων πλήρεις.Κατὰ ταύτην τὴν ἡμέραν οἵ τε Ἰζάτου βασιλέως υἱοὶ καὶ ἀδελφοί, πρὸς οἷς πολλοὶ τῶν ἐπισήμων δημοτῶν ἐκεῖ συνελθόντες, ἱκέτευσαν Καίσαρα δοῦναι δεξιὰν αὐτοῖς. ὁ δὲ καίτοι πρὸς πάντας τοὺς ὑπολοίπους διωργισμένος οὐκ ἤλλαξε τὸ ἦθος, δέχεται δὲ τοὺς ἄνδρας.καὶ τότε μὲν ἐν φρουρᾷ πάντας εἶχε, τοὺς δὲ τοῦ βασιλέως παῖδας καὶ συγγενεῖς δήσας ὕστερον εἰς Ῥώμην ἀνήγαγεν πίστιν ὁμήρων παρέξοντας.Οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν ὁρμήσαντες αὐλήν, εἰς ἣν διʼ ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπʼ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, ὄντας εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους, τὰ χρήματα διήρπασαν.ἐζώγρησαν δὲ καὶ Ῥωμαίων δύο, τὸν μὲν ἱππέα τὸν δὲ πεζόν, καὶ τὸν μὲν πεζὸν ἀποσφάξαντες εὐθέως ἔσυραν περὶ τὴν πόλιν, ὥσπερ ἑνὶ σώματι πάντας Ῥωμαίους ἀμυνόμενοι,ὁ δὲ ἱππεὺς ὠφέλιμόν τι αὐτοῖς πρὸς σωτηρίαν ὑποθήσεσθαι λέγων ἀνάγεται πρὸς Σίμωνα· παρʼ ᾧ μηδὲν εἰπεῖν ἔχων Ἀρδάλᾳ τινὶ τῶν ἡγεμόνων παραδίδοται κολασθησόμενος.ὁ δὲ αὐτοῦ ὀπίσω τὼ χεῖρε δήσας καὶ ταινίᾳ τοὺς ὀφθαλμοὺς ἀντικρὺ τῶν Ῥωμαίων προήγαγεν ὡς καρατομήσων· φθάνει δʼ ἐκεῖνος εἰς τοὺς Ῥωμαίους διαφυγὼν ἐν ὅσῳ τὸ ξίφος ἐσπάσατο ὁ Ἰουδαῖος.τοῦτον διαφυγόντα ἐκ τῶν πολεμίων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν Τίτος, ἀνάξιον δὲ Ῥωμαίων εἶναι στρατιώτην κρίνας, ὅτι ζῶν ἐλήφθη, τά τε ὅπλα ἀφείλετο καὶ τοῦ τάγματος ἐξέβαλεν, ἅπερ ἦν αἰσχυνομένῳ θανάτου χαλεπώτερα.Τῇ δʼ ἑξῆς Ῥωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως τὰ μέχρι τοῦ Σιλωᾶ [πάντα] ἐνέπρησαν, καὶ τοῦ μὲν ἄστεος ἥδοντο δαπανωμένου, τῶν δʼ ἁρπαγῶν διημάρτανον, ἐπειδὴ πάνθʼ οἱ στασιασταὶ προκενοῦντες ἀνεχώρουν εἰς τὴν ἄνω πόλιν.ἦν γὰρ αὐτοῖς μετάνοια μὲν οὐδεμία τῶν κακῶν, ἀλαζονεία δὲ ὡς ἐπʼ ἀγαθοῖς· καιομένην γοῦν ἀφορῶντες τὴν πόλιν ἱλαροῖς τοῖς προσώποις εὔθυμοι προσδέχεσθαι τὴν τελευτὴν ἔλεγον, πεφονευμένου μὲν τοῦ δήμου, κεκαυμένου δὲ τοῦ ναοῦ, φλεγομένου δὲ τοῦ ἄστεος μηδὲν καταλιπόντες τοῖς πολεμίοις.οὐ μὴν ὅ γε Ἰώσηπος ἐν ἐσχάτοις ἱκετεύων αὐτοὺς ὑπὲρ τῶν λειψάνων τῆς πόλεως ἔκαμνεν, ἀλλὰ πολλὰ μὲν πρὸς τὴν ὠμότητα καὶ τὴν ἀσέβειαν εἰπών, πολλὰ δὲ συμβουλεύσας πρὸς σωτηρίαν οὐδὲν τοῦ χλευασθῆναι πλέον ἀπηνέγκατο.ἐπεὶ δὲ οὔτε παραδοῦναι διὰ τὸν ὅρκον ἑαυτοὺς ὑπέμενον οὔτε πολεμεῖν ἐξ ἴσου Ῥωμαίοις ἔθʼ οἷοί τε ἦσαν ὥσπερ εἱρκτῇ περιειλημμένοι, τό τε τοῦ φονεύειν ἔθος ἐκίνει τὰς δεξιάς, σκιδνάμενοι κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως τοῖς ἐρειπίοις ὑπελόχων τοὺς αὐτομολεῖν ὡρμημένους.ἡλίσκοντο δὲ πολλοί, καὶ πάντας ἀποσφάττοντες, ὑπὸ γὰρ ἐνδείας οὐδὲ φεύγειν ἴσχυον, ἐρρίπτουν αὐτῶν κυσὶ τοὺς νεκρούς.ἐδόκει δὲ πᾶς τρόπος ἀπωλείας τοῦ λιμοῦ κουφότερος, ὥστε καὶ Ῥωμαίοις ἀπηλπικότες ἤδη τὸν ἔλεον ὅμως προσέφευγον καὶ φονεύουσι τοῖς στασιασταῖς ἑκόντες ἐνέπιπτον.τόπος τʼ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως [καὶ πεπλήρωτο νεκρῶν ἢ διὰ στάσιν ἢ διὰ λιμὸν ἀπολωλότων].Ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη περὶ τῶν ὑπονόμων, εἰς οὓς καταφεύγοντες οὐ προσεδόκων ἐρευνηθήσεσθαι, μετὰ δὲ τὴν παντελῆ τῆς πόλεως ἅλωσιν ἀναζευξάντων Ῥωμαίων προελθόντες ἀποδράσεσθαι ἐπεχείρουν.τὸ δὲ ἦν ἄρα ὄνειρος αὐτοῖς· οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον.τηνικαῦτά γε μὴν τοῖς ὑπογείοις πεποιθότες αὐτοὶ πλείονα τῶν Ῥωμαίων ἐνεπίμπρασαν, καὶ τοὺς ἐκ τῶν καιομένων καταφεύγοντας εἰς τὰς διώρυχας ἔκτεινόν τε ἀνέδην καὶ ἐσύλων καὶ εἴ τινος εὕροιεν τροφὴν ἁρπάζοντες αἵματι πεφυρμένην κατέπινον.ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς ἤδη πόλεμος αὐτοῖς, δοκοῦσί τε ἄν μοι μὴ φθασθέντες ὑπὸ τῆς ἁλώσεως διʼ ὑπερβολὴν ὠμότητος γεύσασθαι καὶ τῶν νεκρῶν.Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν ἐξελεῖν δίχα χωμάτων τὴν ἄνω πόλιν περίκρημνον οὖσαν, διανέμει τοῖς ἔργοις τὴν δύναμιν Λώου μηνὸς εἰκάδι.χαλεπὴ δὲ ἦν τῆς ὕλης ἡ κομιδὴ πάντων, ὡς ἔφην, τῶν περὶ τὴν πόλιν ἐφʼ ἑκατὸν σταδίους ἐψιλωμένων εἰς τὰ πρότερον χώματα.τῶν μὲν οὖν τεσσάρων ταγμάτων ἠγείρετο τὰ ἔργα κατὰ τὸ πρὸς δύσιν κλίμα τῆς πόλεως ἀντικρὺ τῆς βασιλικῆς αὐλῆς,τὸ δὲ συμμαχικὸν πλῆθος καὶ ὁ λοιπὸς ὄχλος κατὰ τὸν ξυστὸν ἔχου καὶ τὴν γέφυραν καὶ τὸν Σίμωνος πύργον, ὃν ᾠκοδόμησε πρὸς Ἰωάννην πολεμῶν ἑαυτῷ φρούριον.Κατὰ ταύτας τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες κρύφα συνελθόντες ἐβουλεύσαντο περὶ παραδόσεως σφῶν αὐτῶν, καὶ πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι δεξιὰν αὐτοῖς.ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἰδουμαίων, οἳ πολὺ τοῦ πολέμου μέρος ἦσαν, βραδέως μέν, ἀλλʼ οὖν κατανεύει τε τὴν σωτηρίαν αὐτοῖς καὶ τοὺς ἄνδρας ἀνέπεμψε.