κατόπιν δὲ οἵ τε ἡγεμόνες εἵποντο πάντες, καὶ πτοηθέντα τούτοις ἠκολούθει τὰ τάγματα· βοὴ δὲ ἦν καὶ θόρυβος ἅτε τηλικαύτης δυνάμεως ἀτάκτως κεκινημένης.ὁ μὲν οὖν Καῖσαρ τῇ τε φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν, οὔτε δὲ βοῶντος ἤκουον μείζονι κραυγῇ τὰς ἀκοὰς προκατειλημμένοι καὶ τοῖς νεύμασι τῆς χειρὸς οὐ προσεῖχον, οἱ μὲν τῷ πολεμεῖν, οἱ δὲ ὀργῇ περισπώμενοι.τῶν δὲ ταγμάτων εἰσθεόντων οὔτε παραίνεσις οὔτʼ ἀπειλὴ κατεῖχεν τὰς ὁρμάς, ἀλλʼ ὁ θυμὸς ἁπάντων ἐστρατήγει· καὶ περὶ τὰς εἰσόδους συνωθούμενοι πολλοὶ μὲν ὑπʼ ἀλλήλων κατεπατοῦντο, πολλοὶ δὲ θερμοῖς ἔτι καὶ τυφομένοις τοῖς ἐρειπίοις τῶν στοῶν ἐμπίπτοντες ἡττωμένων συμφοραῖς ἐχρῶντο.πλησίον δὲ τοῦ ναοῦ γινόμενοι τῶν μὲν τοῦ Καίσαρος παραγγελμάτων προσεποιοῦντο μηδὲ κατακούειν, τοῖς πρὸ αὐτῶν δὲ τὸ πῦρ ἐνιέναι παρεκελεύοντο.τῶν δὲ στασιαστῶν ἀμηχανία μὲν ἦν ἤδη τοῦ βοηθεῖν, φόνος δὲ πανταχοῦ καὶ τροπή. τὸ δὲ πλέον ἀπὸ τοῦ δήμου λαὸς ἀσθενὴς καὶ ἄνοπλος ὅπου καταληφθείη τις ἀπεσφάττετο, καὶ περὶ μὲν τὸν βωμὸν πλῆθος ἐσωρεύετο νεκρῶν, κατὰ δὲ τῶν τοῦ ναοῦ βάθρων αἷμά τʼ ἔρρει πολὺ καὶ τὰ τῶν ἄνω φονευομένων σώματα κατωλίσθανε.Καῖσαρ δʼ ὡς οὔτε τὰς ὁρμὰς ἐνθουσιώντων τῶν στρατιωτῶν κατασχεῖν οἷός τε ἦν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἔνδον ἐθεάσατο τοῦ ναοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ, πολὺ μὲν τῆς παρὰ τοῖς ἀλλοφύλοις φήμης ἀμείνω, τοῦ δὲ κόμπου καὶ τῆς παρὰ τοῖς οἰκείοις δόξης οὐκ ἐλάττω.τῆς φλογὸς δὲ οὐδέπω διικνουμένης οὐδαμόθεν εἴσω, τοὺς δὲ περὶ τὸν ναὸν οἴκους νεμομένης, νομίσας, ὅπερ ἦν, ἔτι σώζεσθαι τὸ ἔργον δύνασθαι προπηδᾷ,καὶ αὐτός τε παρακαλεῖν τοὺς στρατιώτας ἐπειρᾶτο τὸ πῦρ σβεννύειν καὶ Λιβεράλιον ἑκατοντάρχην τῶν περὶ αὐτὸν λογχοφόρων ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν εἴργειν.τῶν δὲ καὶ τὴν πρὸς τὸν Καίσαρα αἰδῶ καὶ τὸν ἀπὸ τοῦ κωλύοντος φόβον ἐνίκων οἱ θυμοὶ καὶ τὸ πρὸς Ἰουδαίους μῖσος, καὶ πολεμική τις ὁρμὴ λαβροτέρα·τοὺς δὲ πολλοὺς ἐνῆγεν ἁρπαγῆς ἐλπίς, δόξαν τε ἔχοντας ὡς τὰ ἔνδον ἅπαντα χρημάτων μεστὰ εἴη, καὶ τὰ πέριξ ὁρῶντας χρυσοῦ πεποιημένα.φθάνει δέ τις καὶ τῶν εἴσω παρεληλυθότων ἐκπηδήσαντος τοῦ Καίσαρος πρὸς ἐποχὴν τῶν στρατιωτῶν πῦρ εἰς τοὺς στροφέας ἐμβαλὼν τῆς πύλης † ἐν σκότῳ·τότε γὰρ ἐξαπίνης ἔνδοθεν ἐκφανείσης φλογὸς οἵ τε ἡγεμόνες μετὰ τοῦ Καίσαρος ἀνεχώρουν, καὶ τοὺς ἔξωθεν οὐδεὶς ὑφάπτειν ἐκώλυεν. ὁ μὲν οὖν ναὸς οὕτως ἄκοντος Καίσαρος ἐμπίπραται.Πολλὰ δʼ ἄν τις ἐπολοφυράμενος ἔργῳ πάντων ὧν ὄψει καὶ ἀκοῇ παρειλήφαμεν θαυμασιωτάτῳ κατασκευῆς τε ἕνεκα καὶ μεγέθους ἔτι τε τῆς καθʼ ἕκαστον πολυτελείας καὶ τῆς περὶ τὰ ἅγια δόξης, μεγίστην λάβοι παραμυθίαν τὴν εἱμαρμένην ἄφυκτον οὖσαν ὥσπερ ἐμψύχοις οὕτω καὶ ἔργοις καὶ τόποις.θαυμάσαι δʼ ἄν τις ἐν αὐτῇ τῆς περιόδου τὴν ἀκρίβειαν· καὶ μῆνα γοῦν, ὡς ἔφην, καὶ ἡμέραν ἐτήρησεν τὴν αὐτήν, ἐν ᾗ πρότερον ὑπὸ Βαβυλωνίων ὁ ναὸς ἐνεπρήσθη.καὶ ἀπὸ μὲν τῆς πρώτης αὐτοῦ κτίσεως, ἣν κατεβάλετο Σολομὼν ὁ βασιλεύς; μέχρι τῆς νῦν ἀναιρέσεως, ἣ γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας, ἔτη συνάγεται χίλια ἑκατὸν τριάκοντα, πρὸς δὲ μῆνες ἑπτὰ καὶ πεντεκαίδεκα ἡμέραι·ἀπὸ δὲ τῆς ὕστερον, ἣν ἔτει δευτέρῳ Κύρου βασιλεύοντος ἐποιήσατο Ἀγγαῖος, ἔτη μέχρι τῆς ὑπὸ Οὐεσπασιανοῦ ἁλώσεως τριακονταεννέα πρὸς ἑξακοσίοις καὶ ἡμέραι τεσσαρακονταπέντε.Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἦν ἁρπαγή, φόνος δὲ τῶν καταλαμβανομένων μυρίος καὶ οὔτε ἡλικίας ἦν ἔλεος οὔτʼ ἐντροπὴ σεμνότητος, ἀλλὰ καὶ παιδία καὶ γέροντες καὶ βέβηλοι καὶ ἱερεῖς ὁμοίως ἀνῃροῦντο, καὶ πᾶν γένος ἐπεξῄει περισχὼν ὁ πόλεμος, ὁμοῦ τούς τε ἱκετεύοντας καὶ τοὺς ἀμυνομένους.συνήχει δὲ ἡ φλὸξ ἐπὶ πλεῖστον ἐκφερομένη τοῖς τῶν πιπτόντων στεναγμοῖς, καὶ διὰ μὲν τὸ ὕψος τοῦ λόφου καὶ τὸ τοῦ φλεγομένου μέγεθος ἔργου πᾶσαν ἄν τις ἔδοξε καίεσθαι τὴν πόλιν, τῆς δὲ βοῆς ἐκείνης οὐδὲν ἐπινοηθῆναι δύναιτʼ ἂν ἢ μεῖζον ἢ φοβερώτερον.τῶν τε γὰρ Ῥωμαϊκῶν ταγμάτων ἀλαλαγμὸς ἦν συμφερομένων, καὶ τῶν στασιαστῶν πυρὶ καὶ σιδήρῳ κεκυκλωμένων κραυγή, τοῦ τε ἀποληφθέντος ἄνω λαοῦ τροπή τε μετʼ ἐκπλήξεως εἰς τοὺς πολεμίους καὶ πρὸς τὸ πάθος οἰμωγαί.συνεβόα δὲ τοῖς ἐπὶ τοῦ λόφου τὸ κατὰ τὴν πόλιν πλῆθος· ἤδη δὲ πολλοὶ τῷ λιμῷ μαραινόμενοι καὶ μεμυκότες ὡς εἶδον τὸ τοῦ ναοῦ πῦρ, εἰς ὀδυρμοὺς πάλιν καὶ κραυγὴν εὐτόνησαν· συνήχει δὲ ἥ τε Περαία καὶ τὰ πέριξ ὄρη βαρυτέραν ποιοῦντα τὴν βοήν.ἦν δὲ τοῦ θορύβου τὰ πάθη φοβερώτερα· τὸν μέν γε τοῦ ἱεροῦ λόφον ἐκ ῥιζῶν ἄν τις ἔδοξε βράττεσθαι πάντοθεν τοῦ πυρὸς καταγέμοντα, δαψιλέστερον δὲ τὸ αἷμα τοῦ πυρὸς εἶναι καὶ τῶν φονευόντων πλείους τοὺς φονευομένους·οὐδαμοῦ γὰρ ἡ γῆ διεφαίνετο τῶν νεκρῶν, ἀλλὰ σωροῖς ἐπιβαίνοντες οἱ στρατιῶται σωμάτων ἐπὶ τοὺς διαφεύγοντας ἔθεον.τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους μόλις εἰς τὸ ἔξω διεκπίπτουσιν ἱερὸν κἀκεῖθεν εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ λειφθὲν ἐπὶ τὴν ἔξω στοὰν κατέφυγε.