καὶ τούτου συνεχῶς γινομένου νομίσας Καῖσαρ, ὅπερ ἦν, ἀμελείᾳ τῶν σφετέρων πλέον ἢ τῇ Ἰουδαίων ἀνδρείᾳ γίνεσθαι τὰς ἁρπαγάς, ἔγνω σκυθρωπότερον τοὺς λοιποὺς πρὸς φυλακὴν τῶν ἵππων ἐπιστρέψαι.καὶ κελεύσας ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ τῶν ἀπολεσάντων στρατιωτῶν ἕνα, φόβῳ τοῖς ἄλλοις ἐτήρησε τοὺς ἵππους· οὐκέτι γὰρ εἴων νέμεσθαι, καθάπερ δὲ συμπεφυκότες αὐτοῖς ἐπὶ τὰς χρείας ἐξῄεσαν.οἱ μὲν οὖν προσεπολέμουν τῷ ἱερῷ καὶ τὰ χώματα διήγειρον.Μετὰ δὲ μίαν ἡμέραν αὐτῶν τῆς ἀνόδου πολλοὶ τῶν στασιαστῶν, οἷς ἁρπαγαί τε ἐπέλειπον ἤδη καὶ ὁ λιμὸς ἤπειγε, συνελθόντες ταῖς κατὰ τὸ Ἐλαιῶν ὄρος Ῥωμαίων φυλακαῖς ἐπιτίθενται περὶ ὥραν ἑνδεκάτην τῆς ἡμέρας, οἰόμενοι πρῶτον μὲν ἀδοκήτων, ἔπειτα πρὸς θεραπείαις ἤδη τοῦ σώματος ὄντων ῥᾳδίως διεκπαίσειν.προαισθόμενοι δὲ τὴν ἔφοδον αὐτῶν οἱ Ῥωμαῖοι καὶ ταχέως ἐκ τῶν πλησίον φρουρίων συνδραμόντες εἶργον ὑπερπηδᾶν καὶ διακόπτειν τὸ περιτείχισμα βιαζομένους.γενομένης δὲ καρτερᾶς τῆς συμβολῆς ἄλλα τε πολλὰ παρʼ ἑκατέρων γενναίως ἐπράχθη, Ῥωμαίων μὲν μετὰ τῆς ἰσχύος ἐμπειρίᾳ τοῦ πολεμεῖν χρωμένων, Ἰουδαίων δὲ ἀφειδέσι ταῖς ὁρμαῖς καὶ τοῖς θυμοῖς ἀκατασχέτοις·ἐστρατήγει δὲ τῶν μὲν αἰδώς, τῶν δὲ ἀνάγκη· τό τε γὰρ ἐξαφεῖναι Ἰουδαίους ὥσπερ ἄρκυσιν ἐνειλημμένους Ῥωμαίοις αἴσχιστον ἐδόκει, κἀκεῖνοι μίαν ἐλπίδα σωτηρίας εἶχον, εἰ βιασάμενοι ῥήξειαν τὸ τεῖχος·καὶ τῶν ἀπὸ σπείρας τις ἱππέων, Πεδάνιος τοὔνομα, τρεπομένων ἤδη τῶν Ἰουδαίων καὶ κατὰ τῆς φάραγγος συνωθουμένων ῥόθιον ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων, νεανίαν στιβαρόν τε ἄλλως τὸ σῶμα καὶ καθωπλισμένον, δραξάμενος ἐκ τοῦ σφυροῦ·τοσοῦτον μὲν ἑαυτὸν ἐκ τρέχοντος ἐπέκλινε τοῦ ἵππου, τοσοῦτον δὲ ἐπεδείξατο τῆς δεξιᾶς τὸν τόνον καὶ τοῦ λοιποῦ σώματος ἔτι δʼ ἐμπειρίας ἱππικῆς.ὁ μὲν οὖν ὥσπερ τι κειμήλιον ἁρπασάμενος ἧκε φέρων Καίσαρι τὸν αἰχμάλωτον· Τίτος δὲ τὸν μὲν λαβόντα τῆς δυνάμεως θαυμάσας, τὸν δὲ ληφθέντα τῆς περὶ τὸ τεῖχος ἐπιχειρήσεως κολάσαι κελεύσας, αὐτὸς ἐν ταῖς περὶ τὸ ἱερὸν διαμάχαις ἦν καὶ τὰ χώματα κατήπειγεν.Ἐν ᾧ Ἰουδαῖοι κακούμενοι ταῖς συμβολαῖς ἀεὶ κατʼ ὀλίγον κορυφουμένου τοῦ πολέμου καὶ τῷ ναῷ προσέρποντος, καθάπερ σηπομένου σώματος ἀπέκοπτον τὰ προειλημμένα μέλη φθάνοντες τὴν εἰς τὸ πρόσω νομήν.τῆς γὰρ βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν ἐμπρήσαντες ἔπειτα ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἰδίαις χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια.μετὰ δʼ ἡμέρας δύο, τετράδι καὶ εἰκάδι τοῦ προειρημένου μηνός, τὴν πλησίον στοὰν ὑποπιμπρᾶσι Ῥωμαῖοι, καὶ μέχρι πεντεκαίδεκα πηχῶν προκόψαντος τοῦ πυρὸς ἀποκόπτουσιν ὁμοίως Ἰουδαῖοι τὴν ὀροφήν, μήτε καθάπαξ ἐξιστάμενοι τῶν ἔργων καὶ τὸ πρὸς τὴν Ἀντωνίαν συναφὲς αὐτῶν διαιροῦντες·διὸ καὶ παρὸν κωλύειν ὑποπιμπράντας, οἱ δὲ πρὸς τὴν ἐμβολὴν τοῦ πυρὸς ἠρεμήσαντες τὴν νομὴν ἐμέτρησαν αὐτῷ σφίσι χρησίμως.περὶ μὲν δὴ τὸ ἱερὸν οὐ διέλειπον αἱ συμβολαί, συνεχὴς δʼ ἦν κατὰ μέρος ἐκθεόντων ἐπʼ ἀλλήλους ὁ πόλεμος.Τῶν Ἰουδαίων δέ τις κατὰ ταύτας τὰς ἡμέρας ἀνὴρ τό τε σῶμα βραχὺς καὶ τὴν ὄψιν εὐκαταφρόνητος γένους θʼ ἕνεκα καὶ τῶν ἄλλων ἄσημος, Ἰωνάθης ἐκαλεῖτο, προελθὼν κατὰ τὸ τοῦ ἀρχιερέως Ἰωάννου μνημεῖον ἄλλα τε πολλὰ πρὸς τοὺς Ῥωμαίους ὑπερηφάνως ἐφθέγγετο καὶ τὸν ἄριστον αὐτῶν εἰς μονομαχίαν προυκαλεῖτο.τῶν δὲ ταύτῃ παρατεταγμένων οἱ πολλοὶ μὲν ὑπερηφάνουν, ἦσαν δʼ οἳ κατὰ τὸ εἰκὸς ἐδεδοίκεσαν, ἥπτετό γε μὴν τινῶν καὶ λογισμὸς οὐκ ἀσύνετος θανατῶντι μὴ συμπλέκεσθαι·τοὺς γὰρ ἀπεγνωκότας τὴν σωτηρίαν ἅμα καὶ τὰς ὁρμὰς ἀταμιεύτους ἔχειν καὶ τὸ θεῖον εὐδυσώπητον, τό τε παραβάλλεσθαι πρὸς οὓς καὶ τὸ νικᾶν οὐ μέγα καὶ μετʼ αἰσχύνης τὸ λειφθῆναι σφαλερόν, οὐκ ἀνδρείας ἀλλὰ θρασύτητος εἶναι.μηδενὸς δʼ ἐπὶ πολὺ προϊόντος καὶ τοῦ Ἰουδαίου πολλὰ κατακερτομοῦντος αὐτοὺς εἰς δειλίαν, ἀλαζὼν γάρ τις ἦν αὑτῷ σφόδρα καὶ τῶν Ῥωμαίων ὑπερήφανος, Πούδης τις ὄνομα τῶν ἐξ ἴλης ἱππέων βδελυξάμενος αὐτοῦ τά τε ῥήματα καὶ τὸ αὔθαδες,εἰκὸς δὲ καὶ πρὸς τὴν βραχύτητα τοῦ σώματος αὐτὸν ἀσκέπτως ἐπαρθῆναι, προπηδᾷ, καὶ τὰ μὲν ἄλλα περιῆν συμβαλών, προεδόθη δὲ ὑπὸ τῆς τύχης· πεσόντα γὰρ αὐτὸν ὁ Ἰωνάθης ἀποσφάττει προσδραμών.ἔπειτα ἐπιβὰς τῷ νεκρῷ τό τε ξίφος ᾑμαγμένον ἀνέσειε καὶ τῇ λαιᾷ τὸν θυρεὸν ἐπηλάλαξέ τε τῇ στρατιᾷ πολλὰ καὶ πρὸς τὸν πεσόντα κομπάζων καὶ τοὺς ὁρῶντας Ῥωμαίους ἐπισκώπτων,ἕως αὐτὸν ἀνασκιρτῶντα καὶ ματαΐζοντα Πρῖσκός τις ἑκατοντάρχης τοξεύσας διήλασε βέλει· πρὸς ὃ τῶν τε Ἰουδαίων καὶ τῶν Ῥωμαίων κραυγὴ συνεξήρθη διάφορος.ὁ δὲ δινηθεὶς ἐκ τῶν ἀλγηδόνων ἐπὶ τὸ σῶμα τοῦ πολεμίου κατέπεσεν, ὠκυτάτην ἀποφήνας ἐν πολέμῳ τὴν ἐπὶ τῷ ἀλόγως εὐτυχοῦντι νέμεσιν.Οἱ δὲ ἀνὰ τὸ ἱερὸν στασιασταὶ φανερῶς τε οὐκ ἀνίεσαν τοὺς ἐπὶ τῶν χωμάτων στρατιώτας ἀμυνόμενοι καθʼ ἑκάστην ἡμέραν, καὶ τοῦ προειρημένου μηνὸς ἑβδόμῃ καὶ εἰκάδι δόλον ἐνσκευάζονται τοιόνδε.