ὅς ποτε στρατεύσαντι τῷ Βαβυλωνίῳ διʼ αὐτὸν ἑκὼν ἐξέστη πρὶν ἁλῶναι τῆς πόλεως καὶ μετὰ γενεᾶς αἰχμαλωσίαν ὑπέμεινεν ἐθελούσιον ὑπὲρ τοῦ μὴ παραδοῦναι ταῦτα πολεμίοις τὰ ἅγια καὶ τὸν οἶκον τοῦ θεοῦ περιιδεῖν φλεγόμενον.διὰ τοῦτο λόγος τε αὐτὸν πρὸς ἁπάντων Ἰουδαίων ἱερὸς ὑμνεῖ καὶ μνήμη ῥέουσα διʼ αἰῶνος ἀεὶ νέα τοῖς ἐπιγινομένοις παραδίδωσιν ἀθάνατον.καλόν, ὦ Ἰωάννη, ὑπόδειγμα, κἂν προσῇ κίνδυνος· ἐγὼ δέ σοι καὶ τὴν ἀπὸ Ῥωμαίων συγγνώμην ἐγγυῶμαι.μέμνησο δʼ ὡς ὁμόφυλος ὢν παραινῶ καὶ Ἰουδαῖος ὢν ἐπαγγέλλομαι, καὶ χρὴ σκοπεῖν τίς ὁ συμβουλεύων καὶ πόθεν. μὴ γὰρ ἔγωγέ ποτε γενοίμην ζῶν οὕτως αἰχμάλωτος, ἵνα παύσωμαι τοῦ γένους ἢ τῶν πατρίων ἐπιλάθωμαι.πάλιν ἀγανακτεῖς καὶ κέκραγάς μοι λοιδορούμενος, ἀξίῳ γε καὶ χαλεπωτέρων, ὃς ἀντικρὺς εἱμαρμένης τι παραινῶ καὶ τοὺς ὑπὸ τοῦ θεοῦ βιάζομαι κατακρίτους σώζειν.τίς οὐκ οἶδεν τὰς τῶν παλαιῶν προφητῶν ἀναγραφὰς καὶ τὸν ἐπιρρέποντα τῇ τλήμονι πόλει χρησμὸν ἤδη ἐνεστῶτα; τότε γὰρ ἅλωσιν αὐτῆς προεῖπον, ὅταν ὁμοφύλου τις ἄρξῃ φόνου.τῶν ὑμετέρων δὲ πτωμάτων οὐχ ἡ πόλις καὶ τὸ ἱερὸν δὲ πᾶν πεπλήρωται; θεὸς ἄρα, θεὸς αὐτὸς ἐπάγει μετὰ Ῥωμαίων κάθαρσιν αὐτῷ πῦρ καὶ τὴν τοσούτων μιασμάτων γέμουσαν πόλιν ἀναρπάζει.Ταῦτα λέγων ὁ Ἰώσηπος μετʼ ὀδυρμοῦ καὶ δακρύων λυγμῷ τὴν φωνὴν ἐνεκόπη.καὶ Ῥωμαῖοι μὲν ᾤκτειράν τε τοῦ πάθους καὶ τῆς προαιρέσεως αὐτὸν ἐθαύμασαν, οἱ δὲ περὶ τὸν Ἰωάννην παρωξύνοντο μᾶλλον ἐπὶ τοὺς Ῥωμαίους ἐπιθυμοῦντες ἐγκρατεῖς γενέσθαι κἀκείνου.τῶν γε μὴν εὐγενῶν πολλοὺς ἐκίνησεν ὁ λόγος, καὶ τινὲς μὲν ὀρρωδοῦντες τὰς φυλακὰς τῶν στασιαστῶν κατὰ χώραν ἔμενον, ἀπώλειαν μέντοι σφῶν τε αὐτῶν καὶ τῆς πόλεως κατεγνώκεσαν, εἰσὶ δὲ οἳ καιροφυλακήσαντες ἄδειαν ἀναχωρήσεως πρὸς τοὺς Ῥωμαίους κατέφυγον.ὧν ἦσαν ἀρχιερεῖς μὲν Ἰώσηπός τε καὶ Ἰησοῦς, υἱοὶ δὲ ἀρχιερέων τρεῖς μὲν Ἰσμαήλου τοῦ καρατομηθέντος ἐν Κυρήνῃ, καὶ τέσσαρες Ματθίου καὶ εἷς ἑτέρου Ματθίου, διαδρὰς μετὰ τὴν τοῦ πατρὸς ἀπώλειαν, ὃν ὁ τοῦ Γιώρα Σίμων ἀπέκτεινεν σὺν τρισὶν υἱοῖς, ὡς προείρηται. πολλοὶ δὲ καὶ τῶν ἄλλων εὐγενῶν τοῖς ἀρχιερεῦσι συμμετεβάλοντο.Καῖσαρ δὲ αὐτοὺς τά τε ἄλλα φιλοφρόνως ἐδέξατο καὶ γινώσκων ἀλλοφύλοις ἤθεσιν ἀηδῆ τὴν διατριβὴν ἕξειν ἀπέπεμψεν αὐτοὺς εἰς Γόφναν, τέως ἐκεῖ παραινῶν μένειν· ἀποδώσειν γὰρ ἑκάστῳ τὰς κτήσεις κατὰ σχολὴν ἀπὸ τοῦ πολέμου γενόμενος.οἱ μὲν οὖν εἰς τὸ δοθὲν πολίχνιον μετὰ πάσης ἀσφαλείας ἀνεχώρουν ἄσμενοι· μὴ φαινομένων δὲ αὐτῶν διεφήμισαν οἱ στασιασταὶ πάλιν ὡς ἀποσφαγεῖεν ὑπὸ Ῥωμαίων οἱ αὐτόμολοι, δηλονότι τοὺς λοιποὺς ἀποτρέποντες τῷ φόβῳ διαδιδράσκειν.ἤνυστο δʼ ὡς καὶ πρότερον αὐτοῖς τὸ πανοῦργον πρὸς καιρόν· ἐπεσχέθησαν γὰρ ὑπὸ τοῦ δέους αὐτομολεῖν.Αὖθις δέ, ὡς ἀνακαλέσας τοὺς ἄνδρας ἀπὸ τῆς Γοφνὰ Τίτος ἐκέλευσε μετὰ τοῦ Ἰωσήπου περιελθόντας τὸ τεῖχος ὀφθῆναι τῷ δήμῳ, πλεῖστοι πρὸς τοὺς Ῥωμαίους ἔφευγον.γενόμενοι δὲ ἀθρόοι καὶ πρὸ τῶν Ῥωμαίων ἱστάμενοι μετʼ οἰμωγῆς καὶ δακρύων ἱκέτευον τοὺς στασιαστὰς τὸ μὲν πρῶτον ὅλῃ τοὺς Ῥωμαίους δέξασθαι τῇ πόλει καὶ τὴν πατρίδα σῶσαι πάλιν,εἰ δὲ μή, τοῦ γε ἱεροῦ πάντως ὑπεξελθεῖν καὶ ῥύσασθαι τὸν ναὸν αὐτοῖς· οὐ γὰρ ἂν τολμῆσαι Ῥωμαίους μὴ μετὰ μεγίστης ἀνάγκης καταφλέξαι τὰ ἅγια.τούτοις μᾶλλον ἀντεφιλονείκουν, καὶ πολλὰ βλάσφημα τοῖς αὐτομόλοις ἀντικεκραγότες ἐπὶ τῶν ἱερῶν πυλῶν τούς τε ὀξυβελεῖς καὶ καταπέλτας καὶ λιθοβόλους μηχανὰς διέστησαν, ὡς τὸ κύκλῳ μὲν ἱερὸν ὑπὸ πλήθους νεκρῶν προσεοικέναι πολυανδρίῳ, τὸν δὲ ναὸν αὐτὸν φρουρίῳ.τοῖς δὲ ἁγίοις καὶ ἀβάτοις μετὰ τῶν ὅπλων εἰσεπήδων θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντες φόνων, καὶ προύκοψαν εἰς τοσοῦτον παρανομίας, ὥσθʼ ἣν ἂν εἰκὸς ἀγανάκτησιν γενέσθαι Ἰουδαίων, εἰ Ῥωμαῖοι ταῦτʼ ἐξύβριζον εἰς αὐτούς, ταύτην εἶναι παρὰ Ῥωμαίων τότε πρὸς Ἰουδαίους ἀσεβοῦντας εἰς τὰ ἴδια.τῶν μέν γε στρατιωτῶν οὐκ ἔστιν ὅστις οὐ μετὰ φρίκης εἰς τὸν ναὸν ἀφεώρα καὶ προσεκύνει τούς τε λῃστὰς ηὔχετο πρὶν ἀνηκέστου πάθους μετανοῆσαι.Τίτος δὲ ὑπερπαθήσας πάλιν ἐξωνείδιζε τοὺς περὶ τὸν Ἰωάννην, λέγων ἆρʼ οὐχ ὑμεῖς, ὦ μιαρώτατοι, τὸν δρύφακτον τοῦτον προεβάλεσθε τῶν ἁγίων;οὐχ ὑμεῖς δὲ τὰς ἐν αὐτῷ στήλας διεστήσατε, γράμμασιν Ἑλληνικοῖς καὶ ἡμετέροις κεχαραγμένας, μηδένα τὸ γείσιον ὑπερβαίνειν παραγγέλλειν;οὐχ ἡμεῖς δὲ τοὺς ὑπερβάντας ὑμῖν ἀναιρεῖν ἐπετρέψαμεν, κἂν Ῥωμαῖός τις ᾖ; τί οὖν νῦν, ἀλιτήριοι, καὶ νεκροὺς ἐν αὐτῷ καταπατεῖτε; τί δὲ τὸν ναὸν αἵματι ξένῳ καὶ ἐγχωρίῳ φύρετε;μαρτύρομαι θεοὺς ἐγὼ πατρίους καὶ εἴ τις ἐφεώρα ποτὲ τόνδε τὸν χῶρον, νῦν μὲν γὰρ οὐκ οἴομαι, μαρτύρομαι δὲ καὶ στρατιὰν τὴν ἐμὴν καὶ τοὺς παρʼ ἐμοὶ Ἰουδαίους καὶ ὑμᾶς αὐτούς, ὡς οὐκ ἐγὼ ταῦθʼ ὑμᾶς ἀναγκάζω μιαίνειν.κἂν ἀλλάξητε τῆς παρατάξεως τὸν τόπον, οὔτε προσελεύσεταί τις Ῥωμαίων τοῖς ἁγίοις οὔτε ἐνυβρίσει, τηρήσω δὲ τὸν ναὸν ὑμῖν καὶ μὴ θέλουσι.