Τίτῳ δὲ τὰ μὲν χώματα προύκοπτεν καίτοι πολλὰ κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν, πέμψας δʼ αὐτὸς μοῖραν τῶν ἱππέων ἐκέλευσεν τοὺς κατὰ τὰς φάραγγας ἐπὶ συγκομιδῇ τροφῆς ἐξιόντας ἐνεδρεύειν.ἦσαν δέ τινες καὶ τῶν μαχίμων οὐκέτι διαρκούμενοι ταῖς ἁρπαγαῖς, τὸ δὲ πλέον ἐκ τοῦ δήμου πένητες, οὓς αὐτομολεῖν ἀπέτρεπε τὸ περὶ τῶν οἰκείων δέος·οὔτε γὰρ λήσεσθαι τοὺς στασιαστὰς ἤλπιζον μετὰ γυναικῶν καὶ παιδίων διαδιδράσκοντες καὶ καταλιπεῖν τοῖς λῃσταῖς ταῦτα οὐχ ὑπέμενον ὑπὲρ αὐτῶν σφαγησόμενα·τολμηροὺς δὲ πρὸς τὰς ἐξόδους ὁ λιμὸς ἐποίει, καὶ κατελείπετο λανθάνοντας τοὺς πολεμίους ἁλίσκεσθαι. λαμβανόμενοι δὲ κατʼ ἀνάγκην ἠμύνοντο, καὶ μετὰ μάχην ἱκετεύειν ἄωρον ἐδόκει. μαστιγούμενοι δὴ καὶ προβασανιζόμενοι τοῦ θανάτου πᾶσαν αἰκίαν ἀνεσταυροῦντο τοῦ τείχους ἀντικρύ.Τίτῳ μὲν οὖν οἰκτρὸν τὸ πάθος κατεφαίνετο πεντακοσίων ἑκάστης ἡμέρας ἔστι δὲ ὅτε καὶ πλειόνων ἁλισκομένων, οὔτε δὲ τοὺς βίᾳ ληφθέντας ἀφεῖναι ἀσφαλὲς καὶ φυλάττειν τοσούτους φρουρὰν τῶν φυλαξόντων ἑώρα· τό γε μὴν πλέον οὐκ ἐκώλυεν τάχʼ ἂν ἐνδοῦναι πρὸς τὴν ὄψιν ἐλπίσας αὐτούς, εἰ μὴ παραδοῖεν, ὅμοια πεισομένους.προσήλουν δὲ οἱ στρατιῶται διʼ ὀργὴν καὶ μῖσος τοὺς ἁλόντας ἄλλον ἄλλῳ σχήματι πρὸς χλεύην, καὶ διὰ τὸ πλῆθος χώρα τε ἐνέλειπε τοῖς σταυροῖς καὶ σταυροὶ τοῖς σώμασιν.Οἱ στασιασταὶ δὲ τοσοῦτον ἀπεδέησαν τοῦ μεταβαλέσθαι πρὸς τὸ πάθος, ὥστε καὶ τοὐναντίον αὐτοὶ σοφίσασθαι πρὸς τὸ λοιπὸν πλῆθος.σύροντες γὰρ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πίστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυσαν καὶ τοὺς κεκρατημένους ἱκέτας ἔλεγον, οὐκ αἰχμαλώτους.τοῦτο πολλοὺς τῶν αὐτομολεῖν ὡρμημένων μέχρι τἀληθὲς ἐγνώσθη κατέσχεν· εἰσὶ δʼ οἳ καὶ παραχρῆμα διέδρασαν ὡς ἐπὶ βέβαιον τιμωρίαν, ἀνάπαυσιν ἡγούμενοι τὸν ἐκ τῶν πολεμίων θάνατον ἐν λιμοῦ συγκρίσει.πολλοὺς δὲ καὶ χειροκοπῆσαι κελεύσας Τίτος τῶν ἑαλωκότων, ὡς μὴ δοκοῖεν αὐτόμολοι καὶ πιστεύοιντο διὰ τὴν συμφοράν, εἰσέπεμψε πρὸς τὸν Σίμωνα καὶ τὸν Ἰωάννην,νῦν γε ἤδη παύσασθαι παραινῶν καὶ μὴ πρὸς ἀναίρεσιν τῆς πόλεως αὐτὸν βιάζεσθαι, κερδῆσαι δʼ ἐκ τῆς ἐν ὑστάτοις μεταμελείας τάς τε αὐτῶν ψυχὰς καὶ τηλικαύτην πατρίδα καὶ ναὸν ἀκοινώνητον ἄλλοις.περιιὼν δὲ τὰ χώματα τοὺς ἐργαζομένους ἅμα κατήπειγεν ὡς οὐκ εἰς μακρὰν ἀκολουθήσων ἔργοις τῷ λόγῳ.πρὸς ταῦτα αὐτόν τε ἐβλασφήμουν ἀπὸ τοῦ τείχους Καίσαρα καὶ τὸν πατέρα αὐτοῦ, καὶ τοῦ μὲν θανάτου καταφρονεῖν ἐβόων, ᾑρῆσθαι γὰρ αὐτὸν πρὸ δουλείας καλῶς, ἐργάσεσθαι δὲ ὅσα ἂν δύνωνται κακὰ Ῥωμαίους ἕως ἐμπνέωσι, πατρίδος δὲ οὐ μέλειν τῆς ὡς αὐτός φησιν ἀπολουμένης, καὶ ναοῦ [ἀπολομένου] ἀμείνω τούτου τῷ θεῷ τὸν κόσμον εἶναι.σωθήσεσθαί γε μὴν καὶ τοῦτον ὑπὸ τοῦ κατοικοῦντος, ὃν καὶ αὐτοὶ σύμμαχον ἔχοντες πᾶσαν χλευάσειν ἀπειλὴν ὑστεροῦσαν ἔργων· τὸ γὰρ τέλος εἶναι τοῦ θεοῦ. τοιαῦτα ταῖς λοιδορίαις ἀναμίσγοντες ἐκεκράγεσαν.Ἐν δὲ τούτῳ καὶ ὁ Ἐπιφανὴς Ἀντίοχος παρῆν ἄλλους τε ὁπλίτας συχνοὺς ἔχων καὶ περὶ αὑτὸν στῖφος Μακεδόνων καλούμενον, ἥλικας πάντας, ὑψηλούς, ὀλίγον ὑπὲρ ἀντίπαιδας, τὸν Μακεδονικὸν τρόπον ὡπλισμένους τε καὶ πεπαιδευμένους, ὅθεν καὶ τὴν ἐπίκλησιν εἶχον ὑστεροῦντες οἱ πολλοὶ τοῦ γένους.εὐδαιμονῆσαι γὰρ δὴ μάλιστα τῶν ὑπὸ Ῥωμαίοις βασιλέων τὸν Κομμαγηνὸν συνέβη πρὶν γεύσασθαι μεταβολῆς· ἀπέφηνε δὲ κἀκεῖνος ἐπὶ γήρως, ὡς οὐδένα χρὴ λέγειν πρὸ θανάτου μακάριον.ἀλλʼ ὅ γε παῖς ἀκμάζοντος αὐτοῦ τηνικαῦτα παρὼν θαυμάζειν ἔφασκε, τί δήποτε Ῥωμαῖοι κατοκνοῖεν προσιέναι τῷ τείχει· πολεμιστὴς δέ τις αὐτὸς ἦν καὶ φύσει παράβολος κατά τε ἀλκὴν τοσοῦτος, ὡς ὀλίγῳ τὰ τῆς τόλμης διαμαρτάνειν.μειδιάσαντος δὲ τοῦ Τίτου καὶ κοινὸς ὁ πόνος εἰπόντος, ὡς εἶχεν ὥρμησεν ὁ Ἀντίοχος μετὰ τῶν Μακεδόνων πρὸς τὸ τεῖχος.αὐτὸς μὲν οὖν διά τε ἰσχὺν καὶ κατʼ ἐμπειρίαν ἐφυλάττετο τὰ τῶν Ἰουδαίων βέλη τοξεύων εἰς αὐτούς, τὰ μειράκια δὲ αὐτῷ συνετρίβη πάντα πλὴν ὀλίγων· διὰ γὰρ αἰδῶ τῆς ὑποσχέσεως προσεφιλονείκει μαχόμενα·καὶ τέλος ἀνεχώρουν τραυματίαι πολλοί, συννοοῦντες ὅτι καὶ τοῖς ἀληθῶς Μακεδόσιν, εἰ μέλλοιεν κρατεῖν, δεῖ τῆς Ἀλεξάνδρου τύχης.Τοῖς δὲ Ῥωμαίοις ἀρξαμένοις δωδεκάτῃ μηνὸς Ἀρτεμισίου συνετελέσθη τὰ χώματα μόλις ἐνάτῃ καὶ εἰκάδι ταῖς δεχεπτὰ συνεχῶς πονουμένων ἡμέραις·μέγιστα γὰρ ἐχώσθη τὰ τέσσαρα, καὶ θάτερον μὲν τὸ ἐπὶ τὴν Ἀντωνίαν ὑπὸ τοῦ πέμπτου τάγματος ἐβλήθη κατὰ μέσον τῆς Στρουθίου καλουμένης κολυμβήθρας, τὸ δʼ ἕτερον ὑπὸ τοῦ δωδεκάτου διεστῶτος ὅσον εἰς πήχεις εἴκοσι.τῷ δεκάτῳ δὲ τάγματι διέχοντι πολὺ τούτων κατὰ τὸ βόρειον κλίμα τὸ ἔργον ἦν καὶ κολυμβήθραν Ἀμύγδαλον προσαγορευομένην· τούτου δὲ τὸ πεντεκαιδέκατον ἀπὸ τριάκοντα πηχῶν ἔχου κατὰ τὸ τοῦ ἀρχιερέως μνημεῖον.προσαγομένων δὲ ἤδη αὐτῶν ὁ μὲν Ἰωάννης ἔνδοθεν ὑπορύξας τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων καὶ διαλαβὼν σταυροῖς τοὺς ὑπονόμους ἀνακρήμνησιν τὰ ἔργα, πίσσῃ δὲ καὶ ἀσφάλτῳ διακεχρισμένην τὴν ὕλην εἰσκομίσας ἐνίησι πῦρ.