οὔτε γοῦν αὐτοί τι χεῖρον ὑπὸ Ῥωμαίων ἔπαθον ὧν ἀλλήλους ἔδρασαν, οὔτε μετὰ τούτους ἡ πόλις ἐπειράθη καινοτέρου πάθους, ἀλλʼ ἡ μὲν χαλεπώτερόν τι πρὸ τοῦ πεσεῖν ἠτύχησεν, οἱ δʼ ἑλόντες αὐτὴν κατώρθωσάν τι μεῖζον.φημὶ γὰρ ὡς τὴν μὲν πόλιν ἡ στάσις, Ῥωμαῖοι δʼ εἷλον τὴν στάσιν, ἥπερ ἦν πολὺ τῶν τειχῶν ὀχυρωτέρα· καὶ τὸ μὲν σκυθρωπὸν τοῖς οἰκείοις, τὸ δίκαιον δʼ ἄν τις εὐλόγως Ῥωμαίοις προσγράφοι. νοείτω δὲ ὅπῃ τοῖς πράγμασιν ἕκαστος ἄγεται.Τῶν γε μὴν ἔνδον οὕτως διακειμένων ὁ Τίτος μετʼ ἐπιλέκτων ἱππέων περιιὼν ἔξωθεν ᾗ προσβάλλοι τοῖς τείχεσι κατεσκέπτετο.ἀπορουμένῳ δὲ πάντοθεν, οὔτε γὰρ κατὰ τὰς φάραγγας ἦν προσιτὸν καὶ κατὰ θάτερα τὸ πρῶτον τεῖχος ἐφαίνετο τῶν ὀργάνων στερεώτερον, ἐδόκει κατὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον προσβαλεῖν·ταύτῃ γὰρ τό τε πρῶτον ἦν ἔρυμα χθαμαλώτερον καὶ τὸ δεύτερον οὐ συνῆπτεν ἀμελησάντων καθὰ μὴ λίαν ἡ καινὴ πόλις συνῴκιστο τειχίζειν, ἀλλʼ ἐπὶ τὸ τρίτον ἦν εὐπέτεια, διʼ οὗ τὴν ἄνω πόλιν καὶ διὰ τῆς Ἀντωνίας τὸ ἱερὸν αἱρήσειν ἐπενόει.ἐν δὲ τούτῳ περιιόντος αὐτοῦ τοξεύεταί τις τῶν φίλων, ὄνομα Νικάνωρ, κατὰ τὸν λαιὸν ὦμον, ἔγγιον μετὰ τοῦ Ἰωσήπου προσελθὼν καὶ πειρώμενος εἰρηνικὰ τοῖς ἐπὶ τοῦ τείχους, οὐ γὰρ ἄγνωστος ἦν, διαλέγεσθαι.διὰ τούτου τὰς ὁρμὰς αὐτῶν ἐπιγνοὺς Καῖσαρ, εἰ μηδὲ τῶν ἐπὶ σωτηρίᾳ προσιόντων ἀπέχοιντο, παροξύνεται πρὸς τὴν πολιορκίαν, ἅμα τε καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἠφίει καὶ συμφέροντας ἐκέλευσε τὴν ὕλην ἐγείρειν χώματα.τριχῆ δὲ διατάξας τὴν στρατιὰν πρὸς τὰ ἔργα μέσους ἵστησι τῶν χωμάτων τούς τε ἀκοντιστὰς καὶ τοξότας καὶ πρὸ τούτων τοὺς ὀξυβελεῖς καὶ καταπέλτας καὶ τὰς λιθοβόλους μηχανάς, ὡς τάς τε ἐκδρομὰς εἴργοι τῶν πολεμίων ἐπὶ τὰ ἔργα καὶ τοὺς ἀπὸ τοῦ τείχους κωλύειν πειρωμένους.κοπτομένων δὲ τῶν δένδρων τὰ προάστεια μὲν ἐν τάχει γεγύμνωτο, συμφερομένων δʼ ἐπὶ τὰ χώματα τῶν ξύλων καὶ τῆς στρατιᾶς ἁπάσης ἐπὶ τὸ ἔργον ὡρμημένης οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἠρέμει.τὸν μὲν οὖν δῆμον ἐν ἁρπαγαῖς ὄντα καὶ φόνοις συνέβαινε τότε θαρρεῖν· ἀναπνεύσειν τε γὰρ περισπωμένων πρὸς τοὺς ἔξωθεν ὑπελάμβανον καὶ λήψεσθαι παρὰ τῶν αἰτίων αὐτοὶ δίκας, εἰ Ῥωμαῖοι περιγένοιντο.Ἰωάννης δὲ καίτοι χωρεῖν ἐπὶ τοὺς ἔξωθεν πολεμίους τῶν περὶ αὐτὸν ὡρμημένων, δέει τοῦ Σίμωνος ἔμενεν.οὐ μὴν ὁ Σίμων ἠρέμει, καὶ γὰρ ἦν ἐγγίων τῇ πολιορκίᾳ, τὰ δʼ ἀφετήρια διίστησιν ἐπὶ τοῦ τείχους, ὅσα Κέστιόν τε ἀφῄρηντο πρότερον καὶ τὴν ἐπὶ τῆς Ἀντωνίας φρουρὰν ἑλόντες ἔλαβον.ἀλλὰ τούτων μὲν τοῖς πολλοῖς ἀχρεῖος ἡ κτῆσις ἦν διʼ ἀπειρίαν· ὀλίγοι δʼ ὑπὸ τῶν αὐτομόλων διδαχθέντες ἐχρῶντο κακῶς τοῖς ὀργάνοις, χερμάσι δὲ καὶ τόξοις τοὺς χωννύντας ἔβαλλον ἀπὸ τοῦ τείχους καὶ κατὰ συντάξεις ἐκτρέχοντες αὐτοῖς συνεπλέκοντο.τοῖς δὲ ἐργαζομένοις ἀπὸ μὲν τῶν βελῶν ἦν σκέπη γέρρα τῶν χαρακωμάτων ὑπερτεταμένα, τὰ δʼ ἀφετήρια πρὸς τοὺς ἐκθέοντας· θαυμαστὰ δὲ πᾶσι μὲν κατεσκεύαστο τοῖς τάγμασι, διαφόρως δὲ τῷ δεκάτῳ βιαιότεροί τε ὀξυβελεῖς καὶ μείζονα λιθοβόλα, διʼ ὧν οὐ μόνον τὰς ἐκδρομὰς ἀλλὰ καὶ τοὺς ἐπὶ τοῦ τείχους ἀνέτρεπον.ταλαντιαῖοι μὲν γὰρ ἦσαν αἱ βαλλόμεναι πέτραι, δύο δὲ καὶ πλείονας ᾔεσαν σταδίους· ἡ πληγὴ δʼ οὐ τοῖς προεντυχοῦσι μόνον, ἐπὶ πολὺ δὲ καὶ τοῖς μετʼ ἐκείνους ἦν ἀνυπόστατος.οἵ γε μὴν Ἰουδαῖοι τὸ πρῶτον ἐφυλάττοντο τὴν πέτραν· λευκὴ γὰρ ἦν, ὥστε μὴ τῷ ῥοίζῳ σημαίνεσθαι μόνον, ἀλλὰ καὶ τῇ λαμπρότητι προορᾶσθαι.σκοποὶ οὖν αὐτοῖς ἐπὶ τῶν πύργων καθεζόμενοι προεμήνυον, ὁπότε σχασθείη τὸ ὄργανον καὶ ἡ πέτρα φέροιτο, τῇ πατρίῳ γλώσσῃ βοῶντες ὁ υἱὸς ἔρχεται. διίσταντο δὲ καθʼ οὓς ᾔει καὶ προκατεκλίνοντο, καὶ συνέβαινε φυλαττομένων ἄπρακτον διεκπίπτειν τὴν πέτραν.ἀντεπινοοῦσι δὲ Ῥωμαῖοι μελαίνειν αὐτήν· τότε γὰρ οὐκέθʼ ὁμοίως προορωμένης εὐστόχουν καὶ πολλοὺς ἅμα βολῇ μιᾷ διέφθειρον.ἀλλʼ οὐδὲ κακούμενοι μετʼ ἀδείας παρεῖχον Ῥωμαίοις ἐγείρειν τὰ χώματα, πάσῃ δʼ ἐπινοίᾳ καὶ τόλμῃ χρώμενοι καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν εἶργον.Τῶν δʼ ἔργων συντετελεσμένων μολιβίδι μὲν καὶ λίνῳ διαμετροῦσιν οἱ τέκτονες τὸ διάστημα πρὸς τὸ τεῖχος, ἀπὸ τῶν χωμάτων ῥίψαντες· οὐ γὰρ ἐνῆν ἄλλως ἄνωθεν βαλλομένοις· εὑρόντες δʼ ἐξικνεῖσθαι δυναμένας τὰς ἑλεπόλεις προσῆγον.καὶ Τίτος ἐγγυτέρω τὰ ἀφετήρια διαστήσας, ὡς μὴ τοὺς κριοὺς εἴργοιεν ἀπὸ τοῦ τείχους, ἐκέλευσε τύπτειν.τριχόθεν δʼ ἐξαισίου κτύπου περιηχήσαντος αἰφνιδίως τὴν πόλιν κραυγή τε παρὰ τῶν ἔνδον ἤρθη καὶ τοῖς στασιασταῖς ἴσον ἐμπίπτει δέος. κοινὸν δʼ ἑκάτεροι τὸν κίνδυνον ἰδόντες κοινὴν ἐπενόουν ἤδη ποιεῖσθαι καὶ τὴν ἄμυναν.διαβοώντων δὲ πρὸς ἀλλήλους τῶν διαφόρων ὡς πάντα πράττοιεν ὑπὲρ τῶν πολεμίων, δέον, εἰ καὶ μὴ διηνεκῆ δίδωσιν αὐτοῖς ὁμόνοιαν ὁ θεός, ἐν γοῦν τῷ παρόντι τὴν πρὸς ἀλλήλους φιλονεικίαν ὑπερθεμένους κατὰ Ῥωμαίων συνελθεῖν, κηρύσσει μὲν ἄδειαν ὁ Σίμων τοῖς ἀπὸ τοῦ ἱεροῦ παρελθεῖν ἐπὶ τὸ τεῖχος, ἐπιτρέπει δὲ καίπερ ἀπιστῶν ὁ Ἰωάννης.