δυσὶ δʼ ἡμέραις ἐνταῦθα τὴν στρατιὰν ἀναλαβὼν τῇ τρίτῃ διέξεισι τὰς ἐμβολὰς τοῦ Πηλουσίου, καὶ προελθὼν σταθμὸν ἕνα διὰ τῆς ἐρήμου πρὸς τῷ τοῦ Κασίου Διὸς ἱερῷ στρατοπεδεύεται, τῇ δʼ ὑστεραίᾳ κατὰ τὴν Ὀστρακίνην· οὗτος ὁ σταθμὸς ἦν ἄνυδρος, ἐπεισάκτοις δὲ ὕδασιν οἱ ἐπιχώριοι χρῶνται.μετὰ ταῦτα πρὸς Ῥινοκουρούροις ἀναπαύεται, κἀκεῖθεν εἰς Ῥάφειαν προελθὼν σταθμὸν τέταρτον, ἔστι δʼ ἡ πόλις αὕτη Συρίας ἀρχή,τὸ πέμπτον ἐν Γάζῃ τίθεται στρατόπεδον, μεθʼ ἣν εἰς Ἀσκάλωνα κἀκεῖθεν εἰς Ἰάμνειαν, ἔπειτα εἰς Ἰόππην κἀξ Ἰόππης εἰς Καισάρειαν ἀφικνεῖται διεγνωκὼς αὐτόθι τὰς ἄλλας δυνάμεις ἀθροίζειν.