κατιδὼν δὲ ἐνταῦθα τὸ πλῆθος τῶν πολεμίων καὶ τὴν εὐταξίαν, συμβαλεῖν μὲν οὐκ ἐθάρρει, σφαλερὰν δὲ τὴν ἀναχώρησιν λογιζόμενος προδοσίαν ἐβουλεύετο.συναγαγὼν δὲ τοὺς ὑπʼ αὐτὸν ἑκατοντάρχας καὶ χιλιάρχους ἐνῆγεν μεταβῆναι πρὸς τὸν Ἀντώνιον, ταπεινῶν μὲν τὰ Οὐιτελλίου πράγματα, τὴν Οὐεσπασιανοῦ δʼ ἰσχὺν ἐπαίρων,καὶ παρʼ ᾧ μὲν εἶναι λέγων μόνον τῆς ἀρχῆς ὄνομα, παρʼ ᾧ δὲ τὴν δύναμιν, καὶ αὐτοὺς δὲ ἄμεινον προλαβόντας τὴν ἀνάγκην ποιῆσαι χάριν καὶ μέλλοντας ἡττᾶσθαι τοῖς ὅπλοις ταῖς γνώμαις τὸν κίνδυνον φθάσαι·Οὐεσπασιανὸν μὲν γὰρ ἱκανὸν εἶναι καὶ χωρὶς αὐτῶν προσκτήσασθαι καὶ τὰ λείποντα, Οὐιτέλλιον δʼ οὐδὲ σὺν αὐτοῖς τηρῆσαι τὰ ὄντα.Πολλὰ τοιαῦτα λέγων ἔπεισε καὶ πρὸς τὸν Ἀντώνιον αὐτομολεῖ μετὰ τῆς δυνάμεως.τῆς δʼ αὐτῆς νυκτὸς ἐμπίπτει μετάνοια τοῖς στρατιώταις καὶ δέος τοῦ προπέμψαντος, εἰ κρείσσων γένοιτο· σπασάμενοι δὲ τὰ ξίφη τὸν Καικίναν ὥρμησαν ἀνελεῖν, κἂν ἐπράχθη τὸ ἔργον αὐτοῖς, εἰ μὴ προσπίπτοντες οἱ χιλίαρχοι καθικέτευσαν αὐτούς.οἱ δὲ τοῦ μὲν κτείνειν ἀπέσχοντο, δήσαντες δὲ τὸν προδότην οἷοί τε ἦσαν πέμπειν Οὐιτελλίῳ. ταῦτʼ ἀκούσας ὁ Πρῖμος αὐτίκα τοὺς σφετέρους ἀνίστησι καὶ μετὰ τῶν ὅπλων ἦγεν ἐπὶ τοὺς ἀποστάντας.οἱ δὲ παραταξάμενοι πρὸς ὀλίγον μὲν ἀντέσχον, αὖθις δὲ τραπέντες ἔφευγον εἰς τὴν Κρέμωνα. τοὺς δὲ ἱππεῖς ἀναλαβὼν Πρῖμος ὑποτέμνεται τὰς εἰσόδους αὐτῶν, καὶ τὸ μὲν πολὺ πλῆθος κυκλωσάμενος πρὸ τῆς πόλεως διαφθείρει, τῷ δὲ λοιπῷ συνεισπεσὼν διαρπάσαι τὸ ἄστυ τοῖς στρατιώταις ἐφῆκεν.ἔνθα δὴ πολλοὶ μὲν τῶν ξένων ἔμποροι, πολλοὶ δὲ τῶν ἐπιχωρίων ἀπώλοντο, πᾶσα δὲ καὶ ἡ Οὐιτελλίου στρατιά, μυριάδες ἀνδρῶν τρεῖς καὶ διακόσιοι· τῶν δʼ ἀπὸ τῆς Μυσίας Ἀντώνιος τετρακισχιλίους ἀποβάλλει καὶ πεντακοσίους.λύσας δὲ τὸν Καικίναν πέμπει πρὸς Οὐεσπασιανὸν ἀγγελοῦντα τὰ πεπραγμένα. καὶ ὃς ἐλθὼν ἀπεδέχθη τε ὑπʼ αὐτοῦ καὶ τὰ τῆς προδοσίας ὀνείδη ταῖς παρʼ ἐλπίδα τιμαῖς ἐπεκάλυψεν.Ἀνεθάρσει δὲ ἤδη καὶ κατὰ τὴν Ῥώμην Σαβῖνος, ὡς πλησίον Ἀντώνιος ὢν ἀπηγγέλλετο, καὶ συναθροίσας τὰ τῶν νυκτοφυλάκων στρατιωτῶν τάγματα νύκτωρ καταλαμβάνει τὸ Καπετώλιον.μεθʼ ἡμέραν δʼ αὐτῷ πολλοὶ τῶν ἐπισήμων προσεγένοντο καὶ Δομετιανὸς ὁ τἀδελφοῦ παῖς, μεγίστη μοῖρα τῶν εἰς τὸ κρατεῖν ἐλπίδων.Οὐιτελλίῳ δὲ Πρίμου μὲν ἐλάττων φροντὶς ἦν, τεθύμωτο δʼ ἐπὶ τοὺς συναποστάντας τῷ Σαβίνῳ, καὶ διὰ τὴν ἔμφυτον ὠμότητα διψῶν αἵματος εὐγενοῦς τοῦ στρατιωτικοῦ τὴν συγκατελθοῦσαν αὐτῷ δύναμιν ἐπαφίησι τῷ Καπετωλίῳ.πολλὰ μὲν οὖν ἔκ τε ταύτης καὶ τῶν ἀπὸ τοῦ ἱεροῦ μαχομένων ἐτολμήθη, τέλος δὲ τῷ πλήθει περιόντες οἱ ἀπὸ τῆς Γερμανίας ἐκράτησαν τοῦ λόφου.καὶ Δομετιανὸς μὲν σὺν πολλοῖς τῶν ἐν τέλει Ῥωμαίων δαιμονιώτερον διασώζεται, τὸ δὲ λοιπὸν πλῆθος ἅπαν κατεκόπη, καὶ Σαβῖνος ἀναχθεὶς ἐπὶ Οὐιτέλλιον ἀναιρεῖται διαρπάσαντές τε οἱ στρατιῶται τὰ ἀναθήματα τὸν ναὸν ἐνέπρησαν.καὶ μετὰ μίαν ἡμέραν εἰσελαύνει μὲν Ἀντώνιος μετὰ τῆς δυνάμεως, ὑπήντων δʼ οἱ Οὐιτελλίου καὶ τριχῆ κατὰ τὴν πόλιν συμβαλόντες ἀπώλοντο πάντες.προέρχεται δὲ μεθύων ἐκ τοῦ βασιλείου Οὐιτέλλιος καὶ δαψιλέστερον ὥσπερ ἐν ἐσχάτοις τῆς ἀσώτου τραπέζης κεκορεσμένος.συρεὶς δὲ διὰ τοῦ πλήθους καὶ παντοδαπαῖς αἰκίαις ἐξυβρισθεὶς ἐπὶ μέσης τῆς Ῥώμης ἀποσφάττεται, μῆνας ὀκτὼ κρατήσας καὶ ἡμέρας πέντε, ὃν εἰ συνέβη πλείω βιῶσαι χρόνον, ἐπιλιπεῖν ἂν αὐτοῦ τῇ λαγνείᾳ τὴν ἡγεμονίαν οἶμαι.τῶν δʼ ἄλλων νεκρῶν ὑπὲρ πέντε μυριάδες ἠριθμήθησαν.ταῦτα μὲν τρίτῃ μηνὸς Ἀπελλαίου πέπρακτο, τῇ δʼ ὑστεραίᾳ Μουκιανὸς εἴσεισι μετὰ τῆς στρατιᾶς, καὶ τοὺς σὺν Ἀντωνίῳ παύσας τοῦ κτείνειν, ἔτι γὰρ ἐξερευνώμενοι τὰς οἰκίας πολλοὺς μὲν τῶν Οὐιτελλίου στρατιωτῶν πολλοὺς δὲ τῶν δημοτικῶν ὡς ἐκείνου ἀνῄρουν φθάνοντες τῷ θυμῷ τὴν ἀκριβῆ διάκρισιν, προαγαγὼν δὲ τὸν Δομετιανὸν συνίστησι τῷ πλήθει μέχρι τῆς τοῦ πατρὸς ἀφίξεως ἡγεμόνα.ὁ δὲ δῆμος ἀπηλλαγμένος ἤδη τῶν φόβων αὐτοκράτορα Οὐεσπασιανὸν εὐφήμει, καὶ ἅμα τήν τε τούτου βεβαίωσιν ἑώρταζε καὶ τὴν Οὐιτελλίου κατάλυσιν.Εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἀφιγμένῳ τῷ Οὐεσπασιανῷ τὰ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκε καὶ πρέσβεις ἐκ πάσης τῆς ἰδίας οἰκουμένης συνηδόμενοι· μεγίστη τε οὖσα μετὰ τὴν Ῥώμην ἡ πόλις στενοτέρα τοῦ πλήθους ἠλέγχετο.κεκυρωμένης δὲ ἤδη τῆς ἀρχῆς ἁπάσης καὶ σεσωσμένων παρʼ ἐλπίδα Ῥωμαίοις τῶν πραγμάτων Οὐεσπασιανὸς ἐπὶ τὰ λείψανα τῆς Ἰουδαίας τὸν λογισμὸν ἐπέστρεφεν.αὐτὸς μέντοι γε εἰς τὴν Ῥώμην ὥρμητο λήξαντος τοῦ χειμῶνος ἀνάγεσθαι καὶ τάχος τὰ κατὰ τὴν Ἀλεξάνδρειαν διῴκει, τὸν δὲ υἱὸν Τίτον μετὰ τῆς ἐκκρίτου δυνάμεως ἀπέστειλεν ἐξαιρήσοντα τὰ Ἱεροσόλυμα.ὁ δὲ προελθὼν πεζῇ μέχρι Νικοπόλεως, εἴκοσι δὲ αὕτη διέχει τῆς Ἀλεξανδρείας σταδίους, κἀκεῖθεν ἐπιβήσας τὴν στρατιὰν μακρῶν πλοίων ἀναπλεῖ διὰ τοῦ Νείλου κατὰ τὸν Μενδήσιον νομὸν μέχρι πόλεως Θμούεως.ἐκεῖθεν δʼ ἀποβὰς ὁδεύει καὶ κατὰ πολίχνην Τάνιν αὐλίζεται. δεύτερος αὐτῷ σταθμὸς Ἡρακλέους πόλις καὶ τρίτος Πηλούσιον γίνεται.