ἔδει δὲ τάχους εἰς τὴν ἀγγελίαν· εἰς ὃ μηδὲν ἐλλείποντες προθυμίας οἱ πεμφθέντες, ἐκαλεῖτο δʼ αὐτῶν Ἀνανίας ἑκάτερος, καὶ δὴ πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων παρῆσαν.Οἱ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τὰ ῥηθέντα παρὰ τῶν ἀφιγμένων ἐκπλαγέντες, ὥσπερ ἐμμανεῖς περιέθεόν τε τὸ ἔθνος καὶ διεκήρυσσον τὴν στρατείαν.ἤθροιστο δʼ ἡ πληθὺς τάχιον τοῦ παραγγέλματος, καὶ πάντες ὡς ἐπʼ ἐλευθερίᾳ τῆς μητροπόλεως ἥρπαζον τὰ ὅπλα.συνταχθέντες δὲ εἰς δύο μυριάδας παραγίνονται πρὸς τὰ Ἱεροσόλυμα, χρώμενοι τέσσαρσιν ἡγεμόσιν Ἰωάννῃ τε καὶ Ἰακώβῳ παιδὶ Σωσᾶ, πρὸς δὲ τούτοις ἦν Σίμων υἱὸς Θακήου καὶ Φινέας Κλουσώθ.Τὸν δὲ Ἄνανον ἡ μὲν ἔξοδος τῶν ἀγγέλων ὥσπερ καὶ τοὺς φρουροὺς ἔλαθεν, ἡ δʼ ἔφοδος τῶν Ἰδουμαίων οὐκέτι· προγνοὺς γὰρ ἀπέκλειέ τε τὰς πύλας αὐτοῖς καὶ διὰ φυλακῆς εἶχε τὰ τείχη.καθάπαν γε μὴν αὐτοὺς ἐκπολεμεῖν οὐκ ἔδοξεν, ἀλλὰ λόγοις πείθειν πρὸ τῶν ὅπλων.στὰς οὖν ἐπὶ τὸν ἄντικρυς αὐτῶν πύργον ὁ μετὰ Ἄνανον γεραίτατος τῶν ἀρχιερέων Ἰησοῦς, πολλῶν ἔφη καὶ ποικίλων τὴν πόλιν κατεσχηκότων θορύβων ἐν οὐδενὶ θαυμάσαι τὴν τύχην οὕτως, ὡς τῷ συμπράττειν τοῖς πονηροῖς καὶ τὰ παράδοξα·παρεῖναι γοῦν ὑμᾶς ἀνθρώποις ἐξωλεστάτοις μετὰ τοσαύτης προθυμίας ἐπαμυνοῦντας καθʼ ἡμῶν, μεθʼ ὅσης εἰκὸς ἦν ἐλθεῖν οὐδὲ τῆς μητροπόλεως καλούσης ἐπὶ βαρβάρους.καὶ εἰ μὲν ἑώρων τὴν σύνταξιν ὑμῶν ἐξ ὁμοίων τοῖς καλέσασιν ἀνδρῶν, οὐκ ἂν ἄλογον τὴν ὁρμὴν ὑπελάμβανον· οὐδὲν γὰρ οὕτως συνίστησι τὰς εὐνοίας ὡς τρόπων συγγένεια· νῦν δʼ, εἰ μέν τις αὐτοὺς ἐξετάζοι καθʼ ἕνα, μυρίων ἕκαστος εὑρεθήσεται θανάτων ἄξιος.τὰ γὰρ θύματα καὶ καθάρματα τῆς πόλεως ὅλης, κατασωτευσάμενα τὰς ἰδίας οὐσίας καὶ προγυμνάσαντα τὴν ἀπόνοιαν ἐν ταῖς πέριξ κώμαις τε καὶ πόλεσι, τελευταῖα λεληθότως παρεισέρρευσαν εἰς τὴν ἱερὰν πόλιν,λῃσταὶ διʼ ὑπερβολὴν ἀσεβημάτων μιαίνοντες καὶ τὸ ἀβέβηλον ἔδαφος, οὓς ὁρᾶν ἔστι νῦν ἀδεεῖς ἐμμεθυσκομένους τοῖς ἁγίοις καὶ τὰ σκῦλα τῶν πεφονευμένων καταναλίσκοντας εἰς τὰς ἀπλήστους γαστέρας.τὸ δʼ ὑμέτερον πλῆθος καὶ τὸν κόσμον τῶν ὅπλων ὁρᾶν ἔστιν οἷος ἔπρεπεν καλούσης μὲν τῆς μητροπόλεως κοινῷ βουλευτηρίῳ, συμμάχους δὲ κατʼ ἀλλοφύλων. τί ἂν οὖν εἴποι τοῦτό τις ἢ τύχης ἐπήρειαν, ὅταν λογάσι πονηροῖς αὔτανδρον ἔθνος ὁρᾷ συνασπίζον [αὐτοῖς];μέχρι πολλοῦ μὲν ἀπορῶ, τί δή ποτε καὶ τὸ κινῆσαν ὑμᾶς οὕτω ταχέως ἐγένετο· μὴ γὰρ ἂν δίχα μεγάλης αἰτίας ἀναλαβεῖν τὰς πανοπλίας ὑπὲρ λῃστῶν καὶ κατὰ δήμου συγγενοῦς·ἐπεὶ δὲ ἠκούσαμεν Ῥωμαίους καὶ προδοσίαν, ταῦτα γὰρ ὑμῶν ἐθορύβουν τινὲς ἀρτίως, καὶ τῆς μητροπόλεως ἐπʼ ἐλευθερώσει παρεῖναι, πλέον τῶν ἄλλων τολμημάτων ἐθαυμάσαμεν τοὺς ἀλιτηρίους τῆς περὶ τοῦτο ψευδοῦς ἐπινοίας·ἄνδρας γὰρ φύσει φιλελευθέρους καὶ διὰ τοῦτο μάλιστα τοῖς ἔξωθεν πολεμίοις μάχεσθαι παρεσκευασμένους οὐκ ἐνῆν ἄλλως ἐξαγριῶσαι καθʼ ἡμῶν ἢ λογοποιήσαντας προδοσίαν τῆς ποθουμένης ἐλευθερίας.ἀλλʼ ὑμᾶς γε χρὴ σκέπτεσθαι τούς τε διαβάλλοντας καὶ καθʼ ὧν, συνάγειν τε τὴν ἀλήθειαν οὐκ ἐκ τῶν ἐπιπλάστων λόγων ἀλλʼ ἐκ τῶν κοινῶν πραγμάτων.τί γὰρ δὴ καὶ παθόντες ἂν ἡμεῖς Ῥωμαίοις προσπωλοῖμεν ἑαυτοὺς νῦν, παρὸν ἢ μηδὲ ἀποστῆναι τὸ πρῶτον ἢ προσχωρῆσαι ταχέως ἀποστάντας ὄντων ἔτι τῶν πέριξ ἀπορθήτων;νῦν μὲν γὰρ οὐδὲ βουλομένοις διαλύσασθαι ῥᾴδιον, ὅτε Ῥωμαίους μὲν ὑπερόπτας πεποίηκεν ὑποχείριος ἡ Γαλιλαία, φέρει δʼ αἰσχύνην ἡμῖν θανάτου χαλεπωτέραν τὸ θεραπεύειν αὐτοὺς ὄντας ἤδη πλησίον.καὶ ἐγὼ καθʼ ἑαυτὸν μὲν ἂν εἰρήνην προτιμήσαιμι θανάτου, πολεμούμενος δʼ ἅπαξ καὶ συμβαλὼν θάνατον εὐκλεᾶ τοῦ ζῆν αἰχμάλωτος.πότερον δέ φασιν ἡμᾶς τοὺς τοῦ δήμου προεστῶτας πέμψαι κρύφα πρὸς Ῥωμαίους ἢ καὶ τὸν δῆμον κοινῇ ψηφισάμενον;εἰ μὲν ἡμᾶς, εἰπάτωσαν τοὺς πεμφθέντας φίλους, τοὺς διακονήσαντας τὴν προδοσίαν οἰκέτας. ἐφωράθη τις ἀπιών; ἀνακομιζόμενος ἑάλω;γραμμάτων γεγόνασιν ἐγκρατεῖς; πῶς δὲ τοὺς μὲν τοσούτους πολίτας ἐλάθομεν, οἷς κατὰ πᾶσαν ὥραν συναναστρεφόμεθα, τοῖς δὲ ὀλίγοις καὶ φρουρουμένοις καὶ μηδʼ εἰς τὴν πόλιν ἐκ τοῦ ἱεροῦ προελθεῖν δυναμένοις ἐγνώσθη τὰ κατὰ τὴν χώραν λαθραίως ἐνεργούμενα;νῦν δʼ ἔγνωσαν, ὅτε δεῖ δοῦναι δίκας τῶν τετολμημένων, ἕως δʼ ἦσαν ἀδεεῖς αὐτοί, προδότης ἡμῶν οὐδεὶς ὑπωπτεύετο;εἰ δʼ ἐπὶ τὸν δῆμον ἀναφέρουσι τὴν αἰτίαν, ἐν φανερῷ δήπουθεν ἐβουλεύσαντο, οὐδεὶς ἀπεστάτει τῆς ἐκκλησίας, ὥστε τάχιον ἂν τῆς μηνύσεως ἔσπευσεν ἡ φήμη πρὸς ὑμᾶς φανερωτέρα.τί δέ; οὐχὶ καὶ πρέσβεις ἔδει πέμπειν ψηφισαμένους τὰς διαλύσεις; καὶ τίς ὁ χειροτονηθείς; εἰπάτωσαν.ἀλλὰ τοῦτο μὲν δυσθανατούντων καὶ πλησίον οὔσας τὰς τιμωρίας διακρουομένων σκῆψίς ἐστιν· εἰ γὰρ δὴ καὶ προδοθῆναι τὴν πόλιν εἵμαρτο, μόνους ἂν τολμῆσαι καὶ τοῦτο τοὺς διαβάλλοντας, ὧν τοῖς τολμήμασιν ἓν μόνον [κακὸν] λείπει, προδοσία.χρὴ δὲ ὑμᾶς, ἐπειδήπερ ἅπαξ πάρεστε μετὰ τῶν ὅπλων, τὸ μὲν δικαιότατον, ἀμύνειν τῇ μητροπόλει καὶ συνεξαιρεῖν τοὺς τὰ δικαστήρια καταλύσαντας τυράννους, οἳ πατήσαντες τοὺς νόμους ἐπὶ τοῖς αὐτῶν ξίφεσι πεποίηνται τὰς κρίσεις.