καὶ Ῥωμαίους μὲν μηδέποτε ὑπερβῆναι τὸν ὅρον τῶν βεβήλων μηδὲ παραβῆναί τι τῶν ἱερῶν ἐθῶν, πεφρικέναι δὲ πόρρωθεν ὁρῶντας τοὺς τῶν ἁγίων περιβόλους,γενηθέντας δέ τινας ἐν τῇδε τῇ χώρᾳ καὶ τραφέντας ὑπὸ τοῖς ἡμετέροις ἔθεσι καὶ Ἰουδαίους καλουμένους ἐμπεριπατεῖν μέσοις τοῖς ἁγίοις θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντας φόνων;εἶτά τις δέδοικεν τὸν ἔξωθεν πόλεμον καὶ τοὺς ἐν συγκρίσει πολλῷ τῶν οἰκείων ἡμῖν μετριωτέρους; καὶ γὰρ ἄν, εἰ ἐτύμους δεῖ τοῖς πράγμασι τὰς κλήσεις ἐφαρμόζειν, τάχα ἂν εὕροι τις Ῥωμαίους μὲν ἡμῖν βεβαιωτὰς τῶν νόμων, πολεμίους δὲ τοὺς ἔνδον.ἀλλʼ ὅτι μὲν ἐξώλεις οἱ ἐπίβουλοι τῆς ἐλευθερίας, καὶ πρὸς ἃ δεδράκασιν οὐκ ἄν τις ἐπινοήσειεν δίκην ἀξίαν κατʼ αὐτῶν, οἶμαι πάντας ἥκειν πεπεισμένους οἴκοθεν καὶ πρὸ τῶν ἐμῶν λόγων παρωξύνθαι τοῖς ἔργοις ἐπʼ αὐτούς, ἃ πεπόνθατε.καταπλήσσονται δʼ ἴσως οἱ πολλοὶ τό τε πλῆθος αὐτῶν καὶ τὴν τόλμαν, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ τόπου πλεονεξίαν.ταῦτα δʼ ὥσπερ συνέστη διὰ τὴν ὑμετέραν ἀμέλειαν, καὶ νῦν αὐξηθήσεται πλέον ὑπερθεμένων· καὶ γὰρ τὸ πλῆθος αὐτοῖς ἐπιτρέφεται καθʼ ἡμέραν παντὸς πονηροῦ πρὸς τοὺς ὁμοίους αὐτομολοῦντος,καὶ τὴν τόλμαν ἐξάπτει μέχρι νῦν μηδὲν ἐμπόδιον, τῷ τε τόπῳ καθύπερθεν ὄντες χρήσαιντο καὶ μετὰ παρασκευῆς, ἂν ἡμεῖς χρόνον δῶμεν.πιστεύσατε δὲ ὡς, ἐὰν προσβαίνωμεν ἐπʼ αὐτούς, ἔσονται τῇ συνειδήσει ταπεινότεροι, καὶ τὸ πλεονέκτημα τοῦ ὕψους ὁ λογισμὸς ἀπολεῖ.τάχα τὸ θεῖον ὑβρισμένον ἀναστρέψει κατʼ αὐτῶν τὰ βαλλόμενα, καὶ τοῖς σφετέροις διαφθαρήσονται βέλεσιν οἱ δυσσεβεῖς. μόνον ὀφθῶμεν αὐτοῖς, καὶ καταλέλυνται.καλὸν δέ, κἂν προσῇ τις κίνδυνος, ἀποθνήσκειν πρὸς τοῖς ἱεροῖς πυλῶσι καὶ τὴν ψυχὴν εἰ καὶ μὴ πρὸ παίδων ἢ γυναικῶν, ἀλλʼ ὑπὲρ τοῦ θεοῦ καὶ τῶν ἁγίων προέσθαι.προστήσομαι δʼ ἐγὼ γνώμῃ τε καὶ χειρί, καὶ οὔτε ἐπίνοιά τις ὑμῖν λείψει πρὸς ἀσφάλειαν ἐξ ἡμῶν οὔτε τοῦ σώματος ὄψεσθε φειδόμενον.Τούτοις ὁ Ἄνανος παρακροτεῖ τὸ πλῆθος ἐπὶ τοὺς ζηλωτάς, οὐκ ἀγνοῶν μὲν ὡς εἶεν ἤδη δυσκατάλυτοι πλήθει τε καὶ νεότητι καὶ παραστήματι ψυχῆς, τὸ πλέον δὲ συνειδήσει τῶν εἰργασμένων· οὐ γὰρ ἐνδώσειν αὐτοὺς εἰς ἐσχάτην συγγνώμην ἐφʼ οἷς ἔδρασαν ἐλπίσαντας·ὅμως δὲ πᾶν ὁτιοῦν παθεῖν προῃρεῖτο μᾶλλον ἢ περιιδεῖν ἐν τοιαύτῃ τὰ πράγματα συγχύσει.τὸ δὲ πλῆθος ἄγειν αὐτοὺς ἐβόα καθʼ ὧν παρεκάλει, καὶ προκινδυνεύειν ἕκαστος ἦν ἑτοιμότατος.Ἐν ὅσῳ δὲ ὁ Ἄνανος κατέλεγέ τε καὶ συνέτασσε τοὺς ἐπιτηδείους πρὸς μάχην, οἱ ζηλωταὶ πυνθανόμενοι τὴν ἐπιχείρησιν, παρῆσαν γὰρ οἱ ἀγγέλλοντες αὐτοῖς πάντα τὰ παρὰ τοῦ δήμου, παροξύνονται κἀκ τοῦ ἱεροῦ προπηδῶντες ἀθρόοι τε καὶ κατὰ λόχους οὐδενὸς ἐφείδοντο τῶν προστυγχανόντων.ἀθροίζεται δὲ ὑπʼ Ἀνάνου ταχέως τὸ δημοτικόν, πλήθει μὲν ὑπερέχον, ὅπλοις δὲ καὶ τῷ μὴ συγκεκροτῆσθαι λειπόμενον τῶν ζηλωτῶν.τὸ πρόθυμον δὲ παρʼ ἑκατέροις ἀνεπλήρου τὰ λείποντα, τῶν μὲν ἀπὸ τῆς πόλεως ἀνειληφότων ὀργὴν ἰσχυροτέραν τῶν ὅπλων, τῶν δὲ ἀπὸ τοῦ ἱεροῦ τόλμαν παντὸς πλήθους ὑπερέχουσαν·καὶ οἱ μὲν ἀοίκητον ὑπολαμβάνοντες αὑτοῖς τὴν πόλιν εἰ μὴ τοὺς λῃστὰς ἐκκόψειαν αὐτῆς, οἱ ζηλωταὶ δὲ εἰ μὴ κρατοῖεν οὐκ ἔστιν ἧστινος ὑστερήσειν τιμωρίας,συνερρήγνυντο στρατηγούμενοι τοῖς πάθεσι, τὸ μὲν πρῶτον κατὰ τὴν πόλιν καὶ πρὸ τοῦ ἱεροῦ λίθοις βάλλοντες ἀλλήλους καὶ πόρρωθεν διακοντιζόμενοι, κατὰ δὲ τὰς τροπὰς οἱ κρατοῦντες ἐχρῶντο τοῖς ξίφεσι· καὶ πολὺς ἦν ἑκατέρων φόνος, τραυματίαι τε ἐγίνοντο συχνοί.καὶ τοὺς μὲν ἀπὸ τοῦ δήμου διεκόμιζον εἰς τὰς οἰκίας οἱ προσήκοντες, ὁ δὲ βληθεὶς τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν ἀνῄει καθαιμάσσων τὸ θεῖον ἔδαφος· καὶ μόνον ἄν τις εἴποι τὸ ἐκείνων αἷμα μιᾶναι τὰ ἅγια.κατὰ μὲν οὖν τὰς συμβολὰς ἐκτρέχοντες ἀεὶ περιῆσαν οἱ λῃστρικοί, τεθυμωμένοι δὲ οἱ δημοτικοὶ καὶ πλείους ἀεὶ γινόμενοι, κακίζοντες τοὺς ἐνδιδόντας καὶ μὴ διδόντες τοῖς τρεπομένοις ἀναχώρησιν οἱ κατόπιν βιαζόμενοι, πᾶν μὲν ἐπιστρέφουσι τὸ σφέτερον εἰς τοὺς ὑπεναντίους·κἀκείνων μηκέτʼ ἀντεχόντων τῇ βίᾳ, κατὰ μικρὸν δʼ ἀναχωρούντων εἰς τὸ ἱερὸν συνεισπίπτουσιν οἱ περὶ τὸν Ἄνανον.τοῖς δὲ κατάπληξις ἐμπίπτει στερομένοις τοῦ πρώτου περιβόλου, καὶ καταφυγόντες εἰς τὸ ἐνδοτέρω ταχέως ἀποκλείουσι τὰς πύλας.τῷ δʼ Ἀνάνῳ προσβαλεῖν μὲν οὐκ ἐδόκει τοῖς ἱεροῖς πυλῶσιν ἄλλως τε κἀκείνων βαλλόντων ἄνωθεν, ἀθέμιτον δʼ ἡγεῖτο, κἂν κρατήσῃ, μὴ προηγνευκὸς εἰσαγαγεῖν τὸ πλῆθος·διακληρώσας δʼ ἐκ πάντων εἰς ἑξακισχιλίους ὁπλίτας καθίστησιν ἐπὶ ταῖς στοαῖς φρουρούς·διεδέχοντο δὲ ἄλλοι τούτους, καὶ παντὶ μὲν ἀνάγκη παρεῖναι πρὸς τὴν φυλακὴν ἐκ περιόδου, πολλοὶ δὲ τῶν ἐν ἀξιώμασιν ἐφεθέντες ὑπὸ τῶν ἄρχειν δοκούντων μισθούμενοι πενιχροτέρους ἀνθʼ ἑαυτῶν ἐπὶ τὴν φρουρὰν ἔπεμπον.Γίνεται δὲ τούτοις πᾶσιν ὀλέθρου παραίτιος Ἰωάννης, ὃν ἔφαμεν ἀπὸ Γισχάλων διαδρᾶναι, δολιώτατος ἀνὴρ καὶ δεινὸν ἔρωτα τυραννίδος ἐν τῇ ψυχῇ περιφέρων, ὃς πόρρωθεν ἐπεβούλευε τοῖς πράγμασιν.