Ταύτην τὴν τόλμαν αὐτῶν οὐκ ἤνεγκεν ὁ δῆμος, ἀλλʼ ὥσπερ ἐπὶ τυραννίδος κατάλυσιν ὥρμηντο πάντες·καὶ γὰρ οἱ προύχειν αὐτῶν δοκοῦντες, Γωρίων τε υἱὸς Ἰωσήπου καὶ ὁ Γαμαλιήλου Συμεών, παρεκρότουν ἔν τε ταῖς ἐκκλησίαις ἀθρόους καὶ κατʼ ἰδίαν περιιόντες ἕκαστον ἤδη ποτὲ τίσασθαι τοὺς λυμεῶνας τῆς ἐλευθερίας καὶ καθᾶραι τῶν μιαιφόνων τὸ ἅγιον,οἵ τε δοκιμώτατοι τῶν ἀρχιερέων, Γαμάλα μὲν υἱὸς Ἰησοῦς Ἀνάνου δὲ Ἄνανος, πολλὰ τὸν δῆμον εἰς νωθείαν κατονειδίζοντες ἐν ταῖς συνόδοις ἐπήγειρον τοῖς ζηλωταῖς·τοῦτο γὰρ αὑτοὺς ἐκάλεσαν ὡς ἐπʼ ἀγαθοῖς ἐπιτηδεύμασιν ἀλλʼ οὐχὶ ζηλώσαντες τὰ κάκιστα τῶν ἔργων [καὶ] ὑπερβαλλόμενοι.Καὶ δὴ συνελθόντος τοῦ πλήθους εἰς ἐκκλησίαν καὶ πάντων ἀγανακτούντων μὲν ἐπὶ τῇ καταλήψει τῶν ἁγίων ταῖς τε ἁρπαγαῖς καὶ τοῖς πεφονευμένοις, οὔπω δὲ πρὸς τὴν ἄμυναν ὡρμημένων τῷ δυσεπιχειρήτους, ὅπερ ἦν, τοὺς ζηλωτὰς ὑπολαμβάνειν, καταστὰς ἐν μέσοις ὁ Ἄνανος καὶ πολλάκις εἰς τὸν ναὸν ἀπιδὼν ἐμπλήσας τε τοὺς ὀφθαλμοὺς δακρύωνἦ καλόν γε, εἶπεν, ἦν ἐμοὶ τεθνάναι πρὶν ἐπιδεῖν τὸν οἶκον τοῦ θεοῦ τοσούτοις ἄγεσι καταγέμοντα καὶ τὰς ἀβάτους καὶ ἁγίας χώρας ποσὶ μιαιφόνων στενοχωρουμένας.ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων, ζῶ καὶ φιλοψυχῶ, μηδʼ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατον † εἰ δεῖ μὴ μόνος εἰμὶ καὶ καθάπερ ἐν ἐρημίᾳ τὴν ἐμαυτοῦ ψυχὴν ἐπιδώσω μόνην ὑπὲρ τοῦ θεοῦ.τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρʼ οἷς ἀπόλωλεν ἡ τῶν ἐν χερσὶ παθῶν ἀντίληψις; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε, καὶ τοῖς φονευομένοις οὐδʼ ἐπιστένει τις ἀναφανδόν.ὢ τῆς πικρᾶς τυραννίδος. τί [δὲ] μέμφομαι τοὺς τυράννους; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφʼ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας;μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους, ἔτι δʼ ἦσαν ὀλίγοι, πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθʼ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα,δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς, ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν, ὑμεῖς δὲ ἀμελήσαντες ἐφʼ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους, καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς· τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας, καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν.οἱ δὲ καὶ δεσμοῖς ᾐκίσαντο τοὺς ὑφʼ ὑμῶν προδοθέντας, ἐῶ λέγειν πόσους καὶ ποδαπούς· ἀλλʼ ἀκαταιτιάτοις ἀκρίτοις οὐδεὶς ἐβοήθησε τοῖς δεδεμένοις.ἀκόλουθον ἦν ἐπιδεῖν τοὺς αὐτοὺς φονευομένους. ἐπείδομεν καὶ τοῦτο καθάπερ ἐξ ἀγέλης ζῴων ἀλόγων ἑλκομένου τοῦ κρατιστεύοντος ἀεὶ θύματος, οὐδὲ φωνήν τις ἀφῆκεν οὐχ ὅπως ἐκίνησε τὴν δεξιάν.φέρετε δὴ [τοίνυν], φέρετε πατούμενα βλέποντες τὰ ἅγια καὶ πάντας ὑποθέντες αὐτοὶ τοῖς ἀνοσίοις τοὺς τῶν τολμημάτων βαθμοὺς μὴ βαρύνεσθε τὴν ὑπεροχήν· καὶ γὰρ νῦν πάντως ἂν ἐπὶ μεῖζον προύκοψαν, εἴ τι τῶν ἁγίων καταλῦσαι μεῖζον εἶχον.κεκράτηται μὲν οὖν τὸ ὀχυρώτατον τῆς πόλεως· λεγέσθω γὰρ νῦν τὸ ἱερὸν ὡς ἄκρα τις ἢ φρούριον· ἔχοντες δʼ ἐπιτετειχισμένην τυραννίδα τοσαύτην καὶ τοὺς ἐχθροὺς ὑπὲρ κορυφὴν βλέποντες, τί βουλεύεσθε καὶ τίσι τὰς γνώμας προσθάλπετε;Ῥωμαίους ἄρα περιμενεῖτε, ἵνʼ ἡμῶν βοηθήσωσι τοῖς ἁγίοις; ἔχει μὲν οὕτως τὰ πράγματα τῇ πόλει, καὶ πρὸς τοσοῦτον ἥκομεν συμφορῶν, ἵνα ἡμᾶς ἐλεήσωσι καὶ πολέμιοι.οὐκ ἐξαναστήσεσθε, ὦ τλημονέστατοι, καὶ πρὸς τὰς πληγὰς ἐπιστραφέντες, ὃ κἀπὶ τῶν θηρίων ἔστιν ἰδεῖν, τοὺς τύπτοντας ἀμυνεῖσθε; οὐκ ἀναμνήσεσθε τῶν ἰδίων ἕκαστος συμφορῶν οὐδὲ ἃ πεπόνθατε πρὸ ὀφθαλμῶν θέμενοι τὰς ψυχὰς ἐπʼ αὐτοὺς θήξετε πρὸς τὴν ἄμυναν;ἀπόλωλεν ἄρα παρʼ ὑμῖν τὸ τιμιώτατον τῶν παθῶν καὶ φυσικώτατον, ἐλευθερίας ἐπιθυμία, φιλόδουλοι δὲ καὶ φιλοδέσποτοι γεγόναμεν ὥσπερ ἐκ προγόνων τὸ ὑποτάσσεσθαι παραλαβόντες.ἀλλʼ ἐκεῖνοί γε πολλοὺς καὶ μεγάλους ὑπὲρ τῆς αὐτονομίας πολέμους διήνεγκαν καὶ οὔτε τῆς Αἰγυπτίων οὔτε τῆς Μήδων δυναστείας ἡττήθησαν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον.καὶ τί δεῖ τὰ τῶν προγόνων λέγειν; ἀλλʼ ὁ νῦν πρὸς Ῥωμαίους πόλεμος, ἐῶ διελέγχειν πότερον λυσιτελὴς ὢν καὶ σύμφορος ἢ τοὐναντίον, τίνα δʼ οὖν ἔχει πρόφασιν;οὐ τὴν ἐλευθερίαν; εἶτα τοὺς τῆς οἰκουμένης δεσπότας μὴ φέροντες τῶν ὁμοφύλων τυράννων ἀνεξόμεθα;καίτοι τὸ μὲν τοῖς ἔξωθεν ὑπακούειν ἀνενέγκαι τις ἂν εἰς τὴν ἅπαξ ἡττήσασαν τύχην, τὸ δὲ τοῖς οἰκείοις εἴκειν πονηροῖς ἀγεννῶν ἐστι καὶ προαιρουμένων.ἐπειδὴ δὲ ἅπαξ ἐμνήσθην Ῥωμαίων, οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς εἰπεῖν ὃ μεταξὺ τῶν λόγων ἐμπεσὸν ἐπέστρεψε τὴν διάνοιαν, ὅτι κἂν ἁλῶμεν ὑπʼ ἐκείνοις, ἀπείη δὲ ἡ πεῖρα τοῦ λόγου, χαλεπώτερον οὐδὲν παθεῖν ἔχομεν ὧν ἡμᾶς διατεθείκασιν οὗτοι.πῶς δὲ οὐ δακρύων ἄξιον ἐκείνων μὲν ἐν τῷ ἱερῷ καὶ ἀναθήματα βλέπειν, τῶν δὲ ὁμοφύλων τὰ σκῦλα σεσυληκότων καὶ ἀνελόντων τὴν τῆς μητροπόλεως εὐγένειαν, καὶ πεφονευμένους ἄνδρας ὧν ἀπέσχοντο ἂν κἀκεῖνοι κρατήσαντες;