ἀμφότεραι γὰρ ὀρειναὶ καὶ πεδιάδες, εἴς τε γεωργίαν μαλθακαὶ καὶ πολύφοροι κατάδενδροί τε καὶ ὀπώρας ὀρεινῆς καὶ ἡμέρου μεσταί, παρʼ ὅσον οὐδαμοῦ φύσει διψάδες, ὕονται δὲ τὸ πλέον·γλυκὺ δὲ νᾶμα πᾶν διαφόρως ἐν αὐταῖς, καὶ διὰ πλῆθος πόας ἀγαθῆς τὰ κτήνη πλέον ἢ παρʼ ἄλλοις γαλακτοφόρα. μέγιστόν γε μὴν τεκμήριον ἀρετῆς καὶ εὐθηνίας τὸ πληθύειν ἀνδρῶν ἑκατέραν.Μεθόριος δʼ αὐτῶν ἡ Ἀνουάθου Βόρκαιος προσαγορευομένη κώμη· πέρας αὕτη τῆς Ἰουδαίας τὰ πρὸς βορέαν, τὰ νότια δʼ αὐτῆς ἐπὶ μῆκος μετρουμένης ὁρίζει προσκυροῦσα τοῖς Ἀράβων ὅροις κώμη, καλοῦσι δʼ αὐτὴν Ἰορδὰν οἱ τῇδε Ἰουδαῖοι. εὖρός γε μὴν ἀπὸ Ἰορδάνου ποταμοῦ μέχρις Ἰόππης ἀναπέπταται.μεσαιτάτη δʼ αὐτῆς πόλις τὰ Ἱεροσόλυμα κεῖται, παρʼ ὃ καί τινες οὐκ ἀσκόπως ὀμφαλὸν τὸ ἄστυ τῆς χώρας ἐκάλεσαν.ἀφῄρηται δʼ οὐδὲ τῶν ἐκ θαλάσσης τερπνῶν ἡ Ἰουδαία τοῖς παραλίοις κατατείνουσα μέχρι Πτολεμαΐδος.μερίζεται δʼ εἰς ἕνδεκα κληρουχίας, ὧν ἄρχει μὲν βασίλειον τὰ Ἱεροσόλυμα προανίσχουσα τῆς περιοίκου πάσης ὥσπερ ἡ κεφαλὴ σώματος· αἱ λοιπαὶ δὲ μετʼ αὐτὴν διῄρηνται τὰς τοπαρχίας.Γοφνὰ δευτέρα καὶ μετὰ ταύτην Ἀκραβετά, Θαμνὰ πρὸς ταύταις καὶ Λύδδα, Ἀμμαοῦς καὶ Πέλλη καὶ Ἰδουμαία καὶ Ἐνγαδδαὶ καὶ Ἡρώδειον καὶ Ἱεριχοῦς,μεθʼ ἃς Ἰάμνεια καὶ Ἰόππη τῶν περιοίκων ἀφηγοῦνται, κἀπὶ ταύταις ἥ τε Γαμαλιτικὴ καὶ Γαυλανῖτις Βαταναία τε καὶ Τραχωνῖτις, αἳ καὶ τῆς Ἀγρίππα βασιλείας εἰσὶ μοῖραι.ἀρχομένη δὲ ἀπὸ Λιβάνου ὄρους καὶ τῶν Ἰορδάνου πηγῶν ἡ χώρα μέχρι τῆς πρὸς Τιβεριάδα λίμνης εὐρύνεται, ἀπὸ δὲ κώμης καλουμένης Ἀρφᾶς μέχρις Ἰουλιάδος ἐκτείνεται τὸ μῆκος. οἰκοῦσι δʼ αὐτὴν μιγάδες Ἰουδαῖοί τε καὶ Σύροι.τὰ μὲν δὴ περὶ τῆς Ἰουδαίων τε καὶ πέριξ χώρας ὡς ἐνῆν μάλιστα συντόμως ἀπηγγέλκαμεν.Ἡ δʼ ὑπὸ Οὐεσπασιανοῦ πεμφθεῖσα Σεπφωρίταις βοήθεια, χίλιοι μὲν ἱππεῖς ἑξακισχίλιοι δὲ πεζοί, Πλακίδου χιλιαρχοῦντος αὐτῶν ἐν τῷ μεγάλῳ πεδίῳ στρατοπεδευσάμενοι διαιροῦνται, καὶ τὸ μὲν πεζὸν ἐν τῇ πόλει πρὸς φυλακὴν αὐτῆς, τὸ δʼ ἱππικὸν ἐπὶ τῆς παρεμβολῆς αὐλίζεται.προϊόντες δὲ ἑκατέρωθεν συνεχῶς καὶ τὰ πέριξ τῆς χώρας κατατρέχοντες μεγάλα τοὺς περὶ τὸν Ἰώσηπον ἐκάκουν ἀτρεμοῦντα τάς τε πόλεις ἔξωθεν λῃζόμενοι καὶ προθέοντας ὁπότε θαρρήσειαν ἀνακόπτοντες.ὥρμησέ γε μὴν Ἰώσηπος ἐπὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας, ἣν αὐτὸς πρὶν ἀποστῆναι Γαλιλαίων ἐτείχισεν ὡς καὶ Ῥωμαίοις δυσάλωτον εἶναι· διὸ καὶ τῆς ἐλπίδος ἀφήμαρτεν τοῦ τε βιάζεσθαι καὶ τοῦ μεταπείθειν Σεπφωρίτας ἀσθενέστερος εὑρεθείς.παρώξυνεν δὲ μᾶλλον τὸν πόλεμον ἐπὶ τὴν χώραν, καὶ οὔτε νύκτωρ οὔτε μεθʼ ἡμέραν ὀργῇ τῆς ἐπιβολῆς οἱ Ῥωμαῖοι διέλιπον δῃοῦντες αὐτῶν τὰ πεδία καὶ διαρπάζοντες τὰ ἐπὶ τῆς χώρας κτήματα, καὶ κτείνοντες μὲν ἀεὶ τὸ μάχιμον, ἀνδραποδιζόμενοι δὲ τοὺς ἀσθενεῖς.πυρὶ δὲ ἡ Γαλιλαία καὶ αἵματι πεπλήρωτο πᾶσα πάθους τε οὐδενὸς ἢ συμφορᾶς ἀπείρατος ἦν· μία γὰρ καταφυγὴ διωκομένοις αἱ ὑπὸ τοῦ Ἰωσήπου τειχισθεῖσαι πόλεις ἦσαν.Ὁ δὲ Τίτος περαιωθεὶς ἀπὸ τῆς Ἀχαΐας εἰς τὴν Ἀλεξάνδρειαν ὠκύτερον ἢ κατὰ χειμῶνος ὥραν, παραλαμβάνει μὲν ἐφʼ ἣν ἔσταλτο δύναμιν, συντόνῳ δὲ χρώμενος πορείᾳ διὰ τάχους εἰς Πτολεμαΐδα ἀφικνεῖται.κἀκεῖ καταλαβὼν τὸν πατέρα δυσὶ τοῖς ἅμα αὐτῷ τάγμασιν, ἦν δὲ τὰ ἐπισημότατα τὸ πέμπτον καὶ τὸ δέκατον, ζεύγνυσι τὸ ἀχθὲν ὑπʼ αὐτοῦ πεντεκαιδέκατον.τούτοις εἵποντο ὀκτωκαίδεκα σπεῖραι· προσεγένοντο δὲ καὶ ἀπὸ Καισαρείας πέντε καὶ ἱππέων ἴλη μία, πέντε δʼ ἕτεραι τῶν ἀπὸ Συρίας ἱππέων.τῶν δὲ σπειρῶν αἱ δέκα μὲν εἶχον ἀνὰ χιλίους πεζούς, αἱ δὲ λοιπαὶ δεκατρεῖς ἀνὰ ἑξακοσίους μὲν πεζούς, ἱππεῖς δὲ ἑκατὸν εἴκοσιν. συχνὸν δὲ καὶ παρὰ τῶν βασιλέων συνήχθη συμμαχικόν,Ἀντιόχου μὲν καὶ Ἀγρίππα καὶ Σοαίμου παρασχομένων ἀνὰ δισχιλίους πεζοὺς τοξότας καὶ χιλίους ἱππεῖς, τοῦ δὲ Ἄραβος Μάλχου χιλίους πέμψαντος ἱππεῖς ἐπὶ πεζοῖς πεντακισχιλίοις, ὧν τὸ πλέον ἦσαν τοξόται,ὡς τὴν πᾶσαν δύναμιν συνεξαριθμουμένων τῶν βασιλικῶν ἱππέας τε καὶ πεζοὺς εἰς ἓξ ἀθροίζεσθαι μυριάδας δίχα θεραπόντων, οἳ παμπληθεῖς μὲν εἵποντο, διὰ δὲ συνάσκησιν πολεμικὴν οὐκ ἂν ἀποτάσσοιντο τοῦ μαχίμου, κατὰ μὲν εἰρήνην ἐν ταῖς μελέταις τῶν δεσποτῶν ἀεὶ στρεφόμενοι, συγκινδυνεύοντες δʼ ἐν πολέμοις, ὡς μήτʼ ἐμπειρίᾳ μήτʼ ἀλκῇ τινος πλὴν τῶν δεσποτῶν ἐλαττοῦσθαι.Κἀν τούτῳ μὲν οὖν θαυμάσαι τις ἂν Ῥωμαίων τὸ προμηθὲς κατασκευαζομένων ἑαυτοῖς τὸ οἰκετικὸν οὐ μόνον εἰς τὰς τοῦ βίου διακονίας ἀλλὰ καὶ πρὸς τοὺς πολέμους χρήσιμον.εἰ δέ τις αὐτῶν καὶ εἰς τὴν ἄλλην σύνταξιν τῆς στρατιᾶς ἀπίδοι, γνώσεται τὴν τοσήνδε ἡγεμονίαν αὐτοὺς ἀρετῆς κτῆμα ἔχοντας, οὐ δῶρον τύχης.οὐ γὰρ αὐτοῖς ἀρχὴ τῶν ὅπλων πόλεμος, οὐδʼ ἐπὶ μόνας τὰς χρείας τὼ χεῖρε κινοῦσιν ἐν εἰρήνῃ προηργηκότες, ἀλλʼ ὥσπερ συμπεφυκότες τοῖς ὅπλοις οὐδέποτε τῆς ἀσκήσεως λαμβάνουσιν ἐκεχειρίαν οὐδὲ ἀναμένουσιν τοὺς καιρούς.αἱ μελέται δʼ αὐτοῖς οὐδὲν τῆς κατὰ ἀλήθειαν εὐτονίας ἀποδέουσιν, ἀλλʼ ἕκαστος ὁσημέραι στρατιώτης πάσῃ προθυμίᾳ καθάπερ ἐν πολέμῳ γυμνάζεται.