Ἔταξεν μὲν οὖν οὕτως ἑκάτερον· τὸ δʼ ἀργὸν ἀπὸ τῆς πόλεως· πλῆθος, γύναια καὶ παῖδες, ὡς ἐθεάσαντο τριπλῇ μὲν φάλαγγι τὴν πόλιν ἐζωσμένην, οὐδὲν γὰρ εἰς τὴν μάχην μετακεκίνητο τῶν πάλαι φυλακῶν, πρὸς δὲ τοῖς βεβλημένοις τείχεσιν τοὺς πολεμίους ξιφήρεις καὶ τὴν καθύπερθεν ὀρεινὴν λαμπομένην ὅπλοις, τά τε βέλη τοῖς τοξόταις ἐπανέχοντα τῶν Ἀράβων, ὕστατόν τινα κωκυτὸν ἁλώσεως συνήχησαν ὡς οὐκ ἀπειλουμένων ἔτι τῶν κακῶν ἀλλʼ ἤδη παρόντων.ὁ δὲ Ἰώσηπος τὰς μὲν γυναῖκας, ὡς μὴ θηλύνοιεν οἴκτῳ τὰς ὁρμὰς τῶν σφετέρων, κατακλείει ταῖς οἰκίαις μετʼ ἀπειλῆς ἡσυχάζειν κελεύσας· αὐτὸς δὲ ἐπὶ τῶν ἐρειφθέντων ᾗ ἔλαχεν παρῄει.τοῖς μὲν οὖν καθʼ ἕτερα προσφέρουσι τὰς κλίμακας οὐ προσεῖχεν, ἀπεκαραδόκει δὲ τὴν ὁρμὴν τῶν βελῶν.Ὁμοῦ δʼ οἵ τε σαλπικταὶ τῶν ταγμάτων ἁπάντων συνήχησαν καὶ δεινὸν ἐπηλάλαξεν ἡ στρατιά, καὶ πάντοθεν ἀφιεμένων ἀπὸ συνθήματος τῶν βελῶν τὸ φῶς ὑπετέμνετο.μεμνημένοι γε μὴν τῶν τοῦ Ἰωσήπου προσταγμάτων οἱ σὺν αὐτῷ τάς τε ἀκοὰς πρὸς τὴν βοὴν καὶ τὰ σώματα πρὸς τὰς ἀφέσεις ἐφράξαντο,καὶ βαλλόντων τὰς μηχανὰς ἐπεξέδραμον διʼ αὐτῶν πρὶν ἐπιβῆναι τοὺς βαλόντας,συμπλεκόμενοί τε τοῖς ἀνιοῦσιν παντοῖα καὶ χειρῶν ἔργα καὶ ψυχῆς ἐναπεδείκνυντο, πειρώμενοι παρὰ τὰς ἐσχάτας συμφορὰς μὴ χείρους φαίνεσθαι τῶν ἐν ἀκινδύνῳ τῷ κατὰ σφᾶς ἀνδριζομένων·ὥστε οὐ πρότερον ἀπερρήγνυντο τῶν Ῥωμαίων πρὶν ἢ πεσεῖν ἢ διαφθεῖραι.ὡς δʼ οἱ μὲν ἔκαμνον διηνεκῶς ἀμυνόμενοι καὶ τοὺς προμάχους ἀμείβειν οὐκ ἔχοντες, τὸ κεκμηκὸς δὲ τῶν Ῥωμαίων ἀκραιφνεῖς διεδέχοντο καὶ ταχέως ἀντὶ τῶν ἀποβιασθέντων ἐπέβαινον ἕτεροι, παρακελευσάμενοί τε ἀλλήλοις καὶ πλευρὰν μὲν ἑνώσαντες, τοῖς δὲ θυρεοῖς καθύπερθεν φραξάμενοι στῖφος ἄρρηκτον ἐγένοντο καὶ καθάπερ ἑνὶ σώματι πάσῃ τῇ φάλαγγι τοὺς Ἰουδαίους ἀνωθοῦντες ἤδη τοῦ τείχους ἐπέβαινον.Ὁ δὲ Ἰώσηπος ἐν ταῖς ἀμηχανίαις σύμβουλον λαβὼν τὴν ἀνάγκην, ἡ δέ ἐστιν δεινὴ πρὸς ἐπίνοιαν, ὅταν αὐτὴν ἀπόγνωσις ἐρεθίζῃ, ζέον ἔλαιον ἐκέλευσεν καταχέειν τῶν συνησπικότων.οἱ δʼ ὡς παρεσκευασμένον ἔχοντες μετὰ τάχους πολλοὶ καὶ πολὺ πάντοθεν τῶν Ῥωμαίων κατέχεον συνεπαφιέντες καὶ τὰ ἀγγεῖα βρασσόμενα τῇ θέρμῃ.τοῦτο καιομένων τῶν Ῥωμαίων διεσκέδασεν τὴν τάξιν, καὶ μετὰ δεινῶν ἀλγηδόνων ἀπεκυλινδοῦντο τοῦ τείχους·ῥᾷστα μὲν γὰρ τὸ ἔλαιον ἀπὸ κορυφῆς μέχρι ποδῶν ὑπὸ τὰς πανοπλίας διέρρει τοῦ σώματος ὅλου καὶ τὴν σάρκα φλογὸς οὐδὲν ἔλασσον ἐπεβόσκετο, θερμαινόμενόν τε φύσει ταχέως καὶ ψυχόμενον βραδέως διὰ τὴν πιότητα.τοῖς δὲ θώραξιν καὶ τοῖς κράνεσιν ἐνδεδεμένων ἀπαλλαγὴ τῆς καύσεως οὐκ ἦν, πηδῶντες δὲ καὶ συνειλούμενοι ταῖς ἀλγηδόσιν ἀπὸ τῶν γεφυρωμάτων ἔπιπτον· οἱ δὲ τραπέντες εἰς τοὺς σφετέρους πρόσω βιαζομένους εὐχείρωτοι τοῖς κατόπιν τιτρώσκουσιν ἦσαν.Ἐπέλιπεν δὲ οὔτε Ῥωμαίους ἐν ταῖς κακοπραγίαις ἰσχὺς οὔτε τοὺς Ἰουδαίους σύνεσις, ἀλλʼ οἱ μὲν καίπερ οἰκτρὰ πάσχοντας ὁρῶντες τοὺς καταχυθέντας ὅμως εἰς τοὺς καταχέοντας ἐφέροντο τὸν πρὸ αὐτοῦ κακίζων ἕκαστος ὡς ἐμπόδιον ὄντα τῆς ῥώμης·οἱ δὲ Ἰουδαῖοι δόλῳ δευτέρῳ τὰς προσβάσεις αὐτῶν ἐπέσφαλλον τῆλιν ἑφθὴν ὑποχέοντες ταῖς σανίσιν, ἧς ἐπολισθάνοντες ὑπεσύροντο;καὶ οὔτε τῶν τρεπομένων οὔτε τῶν προσβαινόντων τις ὀρθὸς ἔμενεν, ἀλλʼ οἱ μὲν ἐπʼ αὐτῶν ὑπτιαζόμενοι τῶν ἐπιβατηρίων μηχανῶν συνεπατοῦντο, πολλοὶ δὲ ἐπὶ τὸ χῶμα κατέπιπτον.ἐπαίοντο δʼ ὑπὸ τῶν Ἰουδαίων οἱ πεσόντες· ἐσφαλμένων γὰρ τῶν Ῥωμαίων οὗτοι τῆς κατὰ χεῖρα συμπλοκῆς ἐλευθερωθέντες εἰς τὰς βολὰς εὐσχόλουν.πολλὰ δὲ κακουμένους ἐν τῇ προσβολῇ τοὺς στρατιώτας ὁ στρατηγὸς περὶ δείλην ἀνεκάλει.ἔπεσον δὲ τούτων μὲν οὐκ ὀλίγοι καὶ πλείους ἐτρώθησαν, τῶν δʼ ἀπὸ τῆς Ἰωταπάτης ἀπέθανον μὲν ἓξ ἄνδρες, τραυματίαι δʼ ὑπὲρ τριακοσίους ἀνεκομίσθησαν.εἰκάδι μὲν Δαισίου μηνὸς ἡ παράταξις ἦν.Οὐεσπασιανὸς δὲ ἐπὶ τοῖς συμβεβηκόσι τὴν στρατιὰν παραμυθούμενος, ὡς θυμουμένους ἑώρα καὶ οὐ προτροπῆς ἀλλʼ ἔργων δεομένους,προσυψῶσαι μὲν τὰ χώματα, πύργους δὲ τρεῖς πεντήκοντα ποδῶν τὸ ὕψος ἕκαστον κατασκευάσαι κελεύσας πάντοθεν σιδήρῳ κεκαλυμμένους, ὡς ἑδραῖοί τε εἶεν ὑπὸ βρίθους καὶ δυσάλωτοι πυρί,τῶν χωμάτων ἐπέστησεν, συνεπιβήσας αὐτοῖς ἀκοντιστάς τε καὶ τοξότας καὶ τῶν ἀφετηρίων ὀργάνων τὰ κουφότερα, πρὸς δὲ τοὺς ῥωμαλεωτάτους σφενδονήτας·οἳ μὴ καθορώμενοι διὰ τὸ ὕψος καὶ τὰ θωράκια τῶν πύργων εἰς καθορωμένους τοὺς ἐπὶ τοῦ τείχους ἔβαλλον.οἱ δὲ μήτε κατὰ κόρσης φερομένων τῶν βελῶν ἐκκλίνειν ῥᾳδίως δυνάμενοι μήτε τοὺς ἀφανεῖς ἀμύνεσθαι, καὶ τὸ μὲν ὕψος τῶν πύργων δυσέφικτον ὁρῶντες ἐκ χειρὸς βέλει, πυρὶ δὲ τὸν περὶ αὐτοῖς σίδηρον ἀνάλωτον, ἔφευγον ἀπὸ τοῦ τείχους καὶ προσβάλλειν πειρωμένοις ἐπεξέθεον.καὶ οἱ μὲν ἐπὶ τῆς Ἰωταπάτης ἀντεῖχον οὕτως, ἀναιρούμενοί τε καθʼ ἡμέραν πολλοὶ καὶ μηδὲν ἀντικακοῦν τοὺς πολεμίους, ὅτι μὴ μετὰ κινδύνων ἀνείργειν ἔχοντες.