τῶν δʼ ἔτι συγκαλούντων τὸ πλῆθος προπέμψας διεδήλου τοῖς τῶν σπειρῶν ἑκατοντάρχοις, ὅπως παραγγείλωσιν τοῖς ὑφʼ ἑαυτοὺς μήτε ἀντασπάσασθαι τοὺς Ἰουδαίους κἄν τι κατʼ αὐτοῦ φθέγξωνται, χρήσασθαι τοῖς ὅπλοις.οἱ δʼ ἀρχιερεῖς εἰς τὸ ἱερὸν τὴν πληθὺν συναγαγόντες ὑπαντᾶν τοῖς Ῥωμαίοις παρεκάλουν καὶ πρὸ ἀνηκέστου πάθους τὰς σπείρας δεξιοῦσθαι. τούτοις τὸ στασιῶδες ἠπείθει, καὶ διὰ τοὺς ἀπολωλότας τὸ πλῆθος ἔρρεπεν πρὸς τοὺς θρασυτέρους.Ἔνθα δὴ πᾶς μὲν ἱερεὺς πᾶς δʼ ὑπηρέτης τοῦ θεοῦ τὰ ἅγια σκεύη προκομίσαντες καὶ τὸν κόσμον, ἐν ᾧ λειτουργεῖν ἔθος ἦν αὐτοῖς, ἀναλαβόντες κιθαρισταί τε καὶ ὑμνῳδοὶ μετὰ τῶν ὀργάνων προσέπιπτον καὶ κατηντιβόλουν φυλάξαι τὸν ἱερὸν κόσμον αὐτοῖς καὶ μὴ πρὸς ἁρπαγὴν τῶν θείων κειμηλίων Ῥωμαίους ἐρεθίσαι.τοὺς δʼ ἀρχιερεῖς αὐτοὺς ἦν ἰδεῖν καταμωμένους μὲν τὴν κεφαλὴν κόνει, γυμνοὺς δὲ τὰ στέρνα τῶν ἐσθήτων διερρηγμένων. ὀνομαστὶ δʼ ἕκαστον τῶν γνωρίμων καὶ κοινῇ τὸ πλῆθος ἱκέτευον μὴ διʼ ἐλαχίστης πλημμελείας προδοῦναι τὴν πατρίδα τοῖς ἐπιθυμοῦσιν πορθῆσαι·τίνα γὰρ ἢ τοῖς στρατιώταις φέρειν ὠφέλειαν τὸν ἀπὸ Ἰουδαίων ἀσπασμὸν ἢ διόρθωσιν αὐτοῖς τῶν συμβεβηκότων τὸ μὴ νῦν προελθεῖν;εἰ δὲ δὴ δεξιώσαιντο τοὺς προσιόντας ὡς ἔθος, Φλώρῳ μὲν ἀποκοπήσεσθαι τὴν ἀφορμὴν τοῦ πολέμου, κερδήσειν δʼ αὐτοὺς τὴν πατρίδα καὶ τὸ μηδὲν παθεῖν πλέον. ἄλλως τε καὶ τὸ πείθεσθαι στασιάζουσιν ὀλίγοις, δέον αὐτοὺς δῆμον ὄντας τοσοῦτον συναναγκάζειν κἀκείνους συνευγνωμονεῖν, δεινῆς ἀκρασίας εἶναι.Τούτοις μειλισσόμενοι τὸ πλῆθος ἅμα καὶ τῶν στασιαστῶν οὓς μὲν ἀπειλαῖς οὓς δὲ αἰδοῖ κατέστειλαν. ἔπειτα ἐξηγούμενοι μεθʼ ἡσυχίας τε καὶ κόσμου τοῖς στρατιώταις ὑπήντων καὶ πλησίον γενομένους ἠσπάσαντο· τῶν δὲ μηδὲν ἀποκριναμένων οἱ στασιασταὶ Φλώρου κατεβόων.τοῦτο ἦν σύνθημα κατʼ αὐτῶν δεδομένον· αὐτίκα γοῦν οἱ στρατιῶται περισχόντες αὐτοὺς ἔπαιον ξύλοις, καὶ φεύγοντας οἱ ἱππεῖς καταδιώκοντες συνεπάτουν. ἔπιπτον δὲ πολλοὶ μὲν ὑπὸ Ῥωμαίων τυπτόμενοι, πλείους δʼ ὑπʼ ἀλλήλων βιαζόμενοι.δεινὸς δὲ περὶ τὰς πύλας ὠθισμὸς ἦν, καὶ φθάνειν ἑκάστου σπεύδοντος βραδυτέρα μὲν ἡ φυγὴ πᾶσιν ἐγίνετο, τῶν δὲ σφαλέντων ἀπώλεια δεινή· πνιγόμενοι γὰρ καὶ κλώμενοι πλήθει τῶν ἐπιβαινόντων ἠφανίζοντο, καὶ οὐδὲ πρὸς ταφήν τις γνώριμος τοῖς ἰδίοις κατελείπετο.συνέπιπτον δὲ καὶ στρατιῶται παίοντες ἀνέδην τοὺς καταλαμβανομένους καὶ διὰ τῆς Βεθεζὰ καλουμένης ἀνεώθουν τὸ πλῆθος βιαζόμενοι παρελθεῖν καὶ κρατῆσαι τοῦ τε ἱεροῦ καὶ τῆς Ἀντωνίας· ὧν καὶ Φλῶρος ἐφιέμενος ἐξῆγε τῆς βασιλικῆς αὐλῆς τοὺς σὺν αὐτῷ καὶ πρὸς τὸ φρούριον ἐλθεῖν ἠγωνίζετο.διήμαρτέν γε μὴν τῆς ἐπιβολῆς· ὁ γὰρ δῆμος ἄντικρυς ἐπιστραφεὶς εἶργεν τῆς ὁρμῆς, καὶ διαστάντες ἐπὶ τῶν τεγῶν τοὺς Ῥωμαίους ἔβαλλον. καταπονούμενοι δὲ τοῖς ὕπερθεν βέλεσιν καὶ διακόψαι τὸ τοὺς στενωποὺς ἐμφράξαν πλῆθος ἀσθενήσαντες ἀνεχώρουν εἰς τὸ πρὸς τοῖς βασιλείοις στρατόπεδον.Οἱ δὲ στασιασταὶ δείσαντες μὴ πάλιν ἐπελθὼν ὁ Φλῶρος κρατήσῃ τοῦ ἱεροῦ διὰ τῆς Ἀντωνίας, ἀναβάντες εὐθέως τὰς συνεχεῖς στοὰς τοῦ ἱεροῦ πρὸς τὴν Ἀντωνίαν διέκοψαν.τοῦτʼ ἔψυξεν τὴν Φλώρου πλεονεξίαν· τῶν γὰρ τοῦ θεοῦ θησαυρῶν ἐφιέμενος καὶ διὰ τοῦτο παρελθεῖν ἐπιθυμῶν εἰς τὴν Ἀντωνίαν, ὡς ἀπερράγησαν αἱ στοαί, τὴν ὁρμὴν ἀνετράπη, καὶ μεταπεμψάμενος τούς τε ἀρχιερεῖς καὶ τὴν βουλὴν αὐτὸς μὲν ἐξιέναι τῆς πόλεως ἔφη, φρουρὰν δʼ ἐγκαταλείψειν αὐτοῖς ὅσην ἂν ἀξιώσωσιν.τῶν δὲ πάντα περὶ ἀσφαλείας καὶ τοῦ μηδὲν νεωτερίσειν ὑποσχομένων, εἰ μίαν αὐτοῖς καταλείποι σπεῖραν, μὴ μέντοι τὴν μαχεσαμένην· πρὸς γὰρ ταύτην ἀπεχθῶς διʼ ἃ πέπονθεν ἔχειν τὸ πλῆθος· ἀλλάξας τὴν σπεῖραν, ὡς ἠξίουν, μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Καισάρειαν.Ἑτέραν δὲ ἐπιβολὴν τῷ πολέμῳ ποριζόμενος ἐπέστελλεν Κεστίῳ Ἰουδαίων ἀπόστασιν καταψευδόμενος τήν τε ἀρχὴν τῆς μάχης περιθεὶς αὐτοῖς καὶ δρᾶσαι λέγων ἐκείνους ἃ πεπόνθεσαν. οὐ μὴν οὐδʼ οἱ τῶν Ἱεροσολύμων ἄρχοντες ἐσίγησαν, ἀλλʼ αὐτοί τε καὶ Βερνίκη τῷ Κεστίῳ περὶ ὧν Φλῶρος εἰς τὴν πόλιν παρηνόμησεν ἔγραφον.ὁ δὲ τὰ παρʼ ἀμφοῖν ἀναγνοὺς μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. τοῖς μὲν οὖν αὐτὸν ἐδόκει Κέστιον μετὰ στρατιᾶς ἀναβαίνειν ἢ τιμωρησόμενον τὴν ἀπόστασιν, εἰ γέγονεν, ἢ βεβαιοτέρους καταστήσοντα Ἰουδαίους καὶ συμμένοντας, αὐτῷ δὲ προπέμψαι τῶν ἑταίρων τὸν κατασκεψόμενον τὰ πράγματα καὶ τὰ φρονήματα τῶν Ἰουδαίων πιστῶς ἀναγγελοῦντα.πέμπει δή τινα τῶν χιλιάρχων Νεαπολιτανόν, ὃς ἀπὸ τῆς Ἀλεξανδρείας ὑποστρέφοντι περιτυχὼν Ἀγρίππᾳ τῷ βασιλεῖ κατὰ Ἰάμνειαν τόν τε πέμψαντα καὶ τὰς αἰτίας ἐδήλωσεν.Ἔνθα καὶ Ἰουδαίων οἵ τε ἀρχιερεῖς ἅμα τοῖς δυνατοῖς καὶ ἡ βουλὴ παρῆν δεξιουμένη τὸν βασιλέα. μετὰ δὲ τὴν εἰς ἐκεῖνον θεραπείαν ἀπωδύροντο τὰς ἑαυτῶν συμφορὰς καὶ τὴν Φλώρου διεξῄεσαν ὠμότητα.πρὸς ἣν ἠγανάκτει μὲν Ἀγρίππας, στρατηγικῶς δὲ τὴν ὀργὴν εἰς οὓς ἠλέει Ἰουδαίους μετέφερεν, ταπεινοῦν αὐτῶν βουλόμενος τὰ φρονήματα καὶ τῷ μὴ δοκεῖν ἀδίκως τι παθεῖν τῆς ἀμύνης ἀποτρέπων.