Χαλεπῶς δʼ ὁ βασιλεὺς ἠγανάκτησεν καταμαθὼν αὐτοῦ τὸ πρὸς τοὺς ὀρφανοὺς ἦθος, ἔννοιά τε αὐτῷ παρέστη περὶ τῶν ἀνῃρημένων, μή ποτε κἀκεῖνοι γένοιντο τῶν Ἀντιπάτρου διαβολῶν ἀγώνισμα.τότε μὲν οὖν πολλὰ πρὸς ὀργὴν ἀποκρινάμενος ἀπελαύνει τὸν Ἀντίπατρον, αὖθις δὲ ὑπαχθεὶς αὐτοῦ ταῖς κολακείαις μεθηρμόσατο, καὶ αὐτῷ μὲν τὴν Ἀριστοβούλου συνῴκισεν θυγατέρα, τὸν δὲ υἱὸν αὐτοῦ τῇ Φερώρα θυγατρί.Καταμάθοι δʼ ἄν τις, ὅσον ἴσχυσεν ἐν τούτοις κολακεύων Ἀντίπατρος, ἐκ τοῦ Σαλώμην ἐν ὁμοίοις ἀποτυχεῖν. ταύτην γὰρ δὴ καίπερ οὖσαν ἀδελφὴν καὶ πολλὰ διὰ Λιουίας τῆς γυναικὸς Καίσαρος ἱκετεύουσαν γαμηθῆναι τῷ Ἄραβι Συλλαίῳ, διωμόσατο μὲν ἐχθροτάτην ἕξειν, εἰ μὴ παύσαιτο τῆς σπουδῆς, τὸ δὲ τελευταῖον ἄκουσαν Ἀλεξᾷ τινι τῶν φίλων συνῴκισεν καὶ τῶν θυγατέρων αὐτῆς τὴν μὲν τῷ Ἀλεξᾶ παιδί, τὴν δʼ ἑτέραν τῷ πρὸς μητρὸς Ἀντιπάτρου θείῳ. τῶν δʼ ἐκ Μαριάμμης θυγατέρων ἡ μὲν ἀδελφῆς υἱὸν Ἀντίπατρον εἶχεν, ἡ δὲ ἀδελφοῦ Φασάηλον.Διακόψας δὲ τὰς τῶν ὀρφανῶν ἐλπίδας ὁ Ἀντίπατρος καὶ πρὸς τὸ συμφέρον αὐτῷ τὰς ἐπιγαμίας ποιησάμενος ὡς ἐπὶ βεβαίοις μὲν ὥρμει ταῖς ἐλπίσιν, προσλαβὼν δὲ τῇ κακίᾳ τὸ πεποιθὸς ἀφόρητος ἦν· τὸ γὰρ παρʼ ἑκάστῳ μῖσος ἀποσκευάσασθαι μὴ δυνάμενος ἐκ τοῦ φοβερὸς εἶναι τὴν ἀσφάλειαν ἐπορίζετο.συνήργει δὲ καὶ Φερώρας ὡς ἂν ἤδη καὶ βασιλεῖ βεβαίῳ. γίνεται δὲ καὶ γυναικῶν σύνταγμα κατὰ τὴν αὐλήν, ὃ νεωτέρους ἐκίνησεν θορύβους· ἡ γὰρ Φερώρα γυνὴ μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς προσλαβοῦσα καὶ τὴν Ἀντιπάτρου μητέρα πολλὰ μὲν ἠσέλγαινεν κατὰ τὸ βασίλειον, ἐτόλμησεν δὲ καὶ τοῦ βασιλέως ὑβρίσαι δύο θυγατέρας, διʼ ἃ δὴ μάλιστα ταύτην ἐκεῖνος προβέβλητο· μισούμεναί γε μὴν ὑπʼ αὐτοῦ τῶν ἄλλων ἐπεκράτουν.μόνη δὲ τῆς ὁμονοίας αὐτῶν ἀντίπαλος ἦν Σαλώμη καὶ βασιλεῖ διέβαλλεν τὴν σύνοδον ὡς οὐκ ἐπʼ ἀγαθῷ τῶν αὐτοῦ πραγμάτων εἴη. γνοῦσαι δʼ ἐκεῖναι τὴν διαβολὴν καὶ ὡς ἀγανακτήσειεν Ἡρώδης, τῆς μὲν φανερᾶς συνόδου καὶ τῶν φιλοφρονήσεων ἐπαύσαντο, τοὐναντίον δʼ ὑπεκρίνοντο καὶ διαφέρεσθαι πρὸς ἀλλήλας ἀκούοντος βασιλέως· αἷς συνυπεκρίνετο καὶ Ἀντίπατρος ἐν τῷ φανερῷ προσκρούων Φερώρᾳ.συνουσίαι δὲ ἦσαν αὐτῶν λάθρα καὶ κῶμοι νυκτερινοί, τήν τε ὁμόνοιαν ἡ παρατήρησις ἐπέτεινεν. ἠγνόει δὲ οὐδὲν Σαλώμη τῶν πραττομένων καὶ πάντα Ἡρώδῃ διήγγελλεν.Ἐξεκαίετο δʼ ἐκεῖνος εἰς ὀργὴν καὶ μάλιστα ἐπὶ τὴν Φερώρου γυναῖκα· ταύτην γὰρ πλέον ἡ Σαλώμη διέβαλλεν. ἀθροίσας οὖν συνέδριον τῶν τε φίλων καὶ συγγενῶν ἄλλα τε πολλὰ τῆς ἀνθρώπου κατηγόρει καὶ τὴν εἰς τὰς ἑαυτοῦ θυγατέρας ὕβριν, ὅτι τε Φαρισαίοις μὲν χορηγήσειεν μισθοὺς κατʼ αὐτοῦ καὶ τὸν ἀδελφὸν αὐτῷ κατασκευάσειεν πολέμιον ἐνδησαμένη φαρμάκοις.τελευταῖον δʼ εἰς Φερώραν ἀπέστρεφεν τὸν λόγον, δυοῖν θάτερον ἑλέσθαι λέγων, ἢ ἑαυτὸν ἀδελφὸν ἢ τὴν γυναῖκα. τοῦ δὲ θᾶττον ἀπολείψειν τὸ ζῆν ἢ τὴν γυναῖκα φήσαντος, οὐκ ἔχων ὅ τι χρὴ δρᾶν μετέβαινεν ἐπʼ Ἀντίπατρον, ᾧ παρήγγειλεν μήτε τῇ Φερώρα γυναικὶ μήτε αὐτῷ μήτʼ ἄλλῳ τινὶ τῶν ἐκείνης διαλέγεσθαι. ὁ δὲ φανερῶς μὲν οὐ μετέβαινεν τὸ πρόσταγμα, λάθρα δὲ διενυκτέρευεν σὺν ἐκείνοις.καὶ δεδοικὼς τὴν ἐπιτηροῦσαν Σαλώμην πραγματεύεται διὰ τῶν ἐπὶ τῆς Ἰταλίας φίλων τὴν εἰς Ῥώμην ἀποδημίαν αὑτῷ· γραψάντων γὰρ ἐκείνων δεῖν Ἀντίπατρον διὰ χρόνου πεμφθῆναι πρὸς Καίσαρα, ὁ δὲ οὔ τι μελλήσας ἐξέπεμψεν θεραπείαν τε λαμπρὰν καὶ πλεῖστα δοὺς χρήματα τήν τε διαθήκην κομίζειν, ἐν ᾗ βασιλεὺς μὲν Ἀντίπατρος ἐγέγραπτο, Ἀντιπάτρου δὲ Ἡρώδης διάδοχος ὁ ἐκ Μαριάμμης τῆς τοῦ ἀρχιερέως θυγατρὸς γεγονώς.Ἔπλευσεν δὲ καὶ Συλλαῖος ὁ Ἄραψ ἐπὶ Ῥώμης, ἠμεληκὼς μὲν τῶν Καίσαρος προσταγμάτων, ἀνταγωνιούμενος δὲ πρὸς Ἀντίπατρον περὶ ὧν δεδίκαστο Νικολάῳ τάχιον. οὐ μικρὸς δʼ αὐτῷ καὶ πρὸς Ἀρέταν ἦν ἀγὼν τὸν ἑαυτοῦ βασιλέα· τούτου γὰρ ἄλλους τε φίλους ἀνῃρήκει καὶ Σόαιμον τῶν ἐν Πέτρᾳ δυνατωτάτων.πείσας δὲ πολλοῖς χρήμασιν Φάβατον τὸν Καίσαρος διοικητὴν ἐχρῆτο βοηθῷ καὶ καθʼ Ἡρώδου. πλείονα δὲ δοὺς Ἡρώδης ἀφίστησίν τε ἀπὸ Συλλαίου Φάβατον καὶ διʼ αὐτοῦ τὰ κελευσθέντα ὑπὸ Καίσαρος εἰσέπραττεν. ὁ δὲ μηδὲν ἀποδοὺς ἔτι καὶ κατηγόρει Φαβάτου παρὰ Καίσαρι, διοικητὴν εἶναι λέγων οὐ τῶν ἐκείνῳ, τῶν δὲ Ἡρώδῃ συμφερόντων.ἐφʼ οἷς ὀργισθεὶς Φάβατος, ἦν δʼ ἔτι παρὰ Ἡρώδῃ μάλιστα τιμώμενος, γίνεται προδότης Συλλαίου τῶν ἀπορρήτων τῷ τε βασιλεῖ φησιν, ὅτι Συλλαῖος διαφθείρειεν αὐτοῦ τὸν σωματοφύλακα Κόρινθον χρήμασιν, ὃν δεῖ φυλάττεσθαι. πείθεται δʼ ὁ βασιλεύς· καὶ γὰρ τέθραπτο μὲν ὁ Κόρινθος ἐν τῇ βασιλείᾳ, γένος δʼ ἦν Ἄραψ.συλλαμβάνει δʼ εὐθέως οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ δύο ἑτέρους Ἄραβας εὑρὼν παρʼ αὐτῷ, τὸν μὲν φίλον Συλλαίου τὸν δὲ φύλαρχον. οἱ δὲ βασανιζόμενοι πεῖσαι Κόρινθον ὡμολόγησαν ἐπὶ πολλοῖς χρήμασιν Ἡρώδην ἀνελεῖν. οὗτοι μὲν οὖν ἀνακριθέντες καὶ παρὰ Σατορνίνῳ τῷ διέποντι τὴν Συρίαν ἀνεπέμφθησαν εἰς Ῥώμην.Ἡρώδης δὲ οὐκ ἀνίει Φερώραν βιαζόμενος ἀπαλλαγῆναι τῆς γυναικὸς οὐδʼ ἐπενόει μηχανὴν διʼ ἧς ἂν τιμωρήσαιτο τὴν ἄνθρωπον πολλὰς τοῦ μίσους ἔχων αἰτίας, ἕως ὑπεραγανακτήσας σὺν αὐτῇ καὶ τὸν ἀδελφὸν ἐκβάλλει.