Πρὸ δὲ τούτου πολλὰ παρῄνει προελθὼν ἐπὶ τὸν αἰγιαλὸν Ἡρώδης σὺν Ὑρκανῷ μήθʼ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως. τῶν δὲ ἔτι μᾶλλον ἀγανακτούντων Ἀντώνιος ἐκπέμψας ὁπλίτας πολλοὺς μὲν ἀπέκτεινεν, πολλοὺς δὲ ἔτρωσεν· ὧν οἵ τε πεσόντες ταφῆς καὶ οἱ τραυματίαι θεραπείας ἠξιώθησαν ὑπὸ Ὑρκανοῦ.οὐ μὴν οἱ διαφυγόντες ἠρέμουν, ἀλλὰ τὰ κατὰ τὴν πόλιν συνταράσσοντες παρώξυναν Ἀντώνιον ὥστε καὶ τοὺς δεσμώτας ἀποκτεῖναι.Μετὰ δὲ ἔτη δύο Βαζαφράνου τοῦ Πάρθων σατράπου σὺν Πακόρῳ τῷ βασιλέως υἱῷ Συρίαν κατασχόντος Λυσανίας ἀναδεδεγμένος ἤδη τὴν ἀρχὴν τοῦ πατρὸς τελευτήσαντος, Πτολεμαῖος δʼ ἦν οὗτος ὁ Μενναίου, πείθει τὸν σατράπην ὑποσχέσει χιλίων ταλάντων καὶ πεντακοσίων γυναικῶν καταγαγεῖν ἐπὶ τὰ βασίλεια τὸν Ἀντίγονον, καταλῦσαι δὲ τὸν Ὑρκανόν.τούτοις ὑπαχθεὶς Πάκορος αὐτὸς μὲν ᾔει κατὰ τὴν παράλιον, Βαζαφράνην δὲ διὰ τῆς μεσογείου προσέταξεν ἐμβαλεῖν. τῶν δʼ ἐπιθαλαττίων Τύριοι Πάκορον οὐκ ἐδέξαντο καίτοι Πτολεμαιῶν καὶ Σιδωνίων δεδεγμένων. ὁ δʼ οἰνοχόῳ τινὶ τῶν βασιλικῶν ὁμωνύμῳ μοῖραν τῆς ἵππου παραδοὺς προεμβαλεῖν ἐκέλευσεν εἰς τὴν Ἰουδαίαν κατασκεψόμενόν τε τὰ τῶν πολεμίων καὶ πρὸς ἃ δέοι βοηθήσοντα Ἀντιγόνῳ.Τῶν δὲ λῃζομένων τὸν Κάρμηλον πολλοὶ Ἰουδαῖοι συνδραμόντες πρὸς Ἀντίγονον προθύμους ἑαυτοὺς ἐπὶ τὴν εἰσβολὴν παρεῖχον. ὁ δὲ αὐτοὺς ἐπὶ τὸν καλούμενον Δρυμὸν προέπεμψεν τὸ χωρίον καταλαβεῖν· ἐν ᾧ γενομένης συμβολῆς ὠσάμενοι τοὺς πολεμίους καὶ διώξαντες ἐπὶ Ἱεροσολύμων ἔθεον γενόμενοί τε πλείους μέχρι τῶν βασιλείων προῆλθον.Ὑρκανοῦ δὲ καὶ Φασαήλου δεξαμένων αὐτοὺς καρτερῷ στίφει μάχη κατὰ τὴν ἀγορὰν συρρήγνυται, καθʼ ἣν τρεψάμενοι τοὺς πολεμίους οἱ περὶ Ἡρώδην κατακλείουσιν εἰς τὸ ἱερὸν καὶ φρουροὺς αὐτῶν ἄνδρας ἑξήκοντα ταῖς πλησίον οἰκίαις ἐγκατέστησαν.τούτους μὲν ὁ στασιάζων πρὸς τοὺς ἀδελφοὺς λαὸς ἐπελθὼν ἐμπίπρησιν, Ἡρώδης δὲ τοῦ δήμου πολλοὺς κατʼ ὀργὴν τῶν ἀπολωλότων ἀναιρεῖ συμβαλών, καὶ καθʼ ἡμέραν ἐπεκθεόντων ἀλλήλοις κατὰ λόχους φόνος ἦν ἀδιάλειπτος.Ἐνστάσης δʼ ἑορτῆς, ἣ πεντηκοστὴ καλεῖται, τά τε περὶ τὸ ἱερὸν πάντα καὶ ἡ πόλις ὅλη πλήθους τῶν ἀπὸ τῆς χώρας ἀναπίμπλαται τὸ πλέον ὁπλιτῶν. καὶ Φασάηλος μὲν τὸ τεῖχος, Ἡρώδης δʼ οὐ μετὰ πολλῶν ἐφρούρει τὰ βασίλεια· καὶ τοῖς πολεμίοις ἐπεκδραμὼν ἀσυντάκτοις κατὰ τὸ προάστειον πλείστους μὲν ἀναιρεῖ, τρέπεται δὲ πάντας καὶ τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸ ἱερόν, τοὺς δὲ εἰς τὸ ἔξω χαράκωμα ἐγκλείει.κἀν τούτῳ διαλλακτὴν μὲν Ἀντίγονος παρακαλεῖ Πάκορον εἰσαφεῖναι, Φασάηλος δὲ πεισθεὶς τῇ τε πόλει καὶ ξενίᾳ τὸν Πάρθον εἰσδέχεται μετὰ πεντακοσίων ἱππέων, προφάσει μὲν ἥκοντα τοῦ παῦσαι τὴν στάσιν.τὸ δὲ ἀληθὲς Ἀντιγόνῳ βοηθόν. τὸν γοῦν Φασάηλον ἐνεδρεύων ἀνέπεισεν πρὸς Βαζαφράνην πρεσβεύσασθαι περὶ καταλύσεως, καίτοι γε πολλὰ ἀποτρέποντος Ἡρώδου καὶ παραινοῦντος ἀναιρεῖν τὸν ἐπίβουλον, ἀλλὰ μὴ ταῖς ἐπιβουλαῖς ἑαυτὸν ἐκδιδόναι, φύσει γὰρ ἀπίστους εἶναι τοὺς βαρβάρους, ἔξεισιν Ὑρκανὸν παραλαβών, καὶ Πάκορος, ὡς ἧττον ὑποπτεύοιτο, καταλιπὼν παρʼ Ἡρώδῃ τινὰς τῶν καλουμένων Ἐλευθέρων ἱππέων τοῖς λοιποῖς προέπεμψεν Φασάηλον.Ὡς δʼ ἐγένοντο κατὰ τὴν Γαλιλαίαν, τοὺς μὲν ἐπιχωρίους ἀφεστῶτας κἀν τοῖς ὅπλοις ὄντας καταλαμβάνουσιν, τῷ σατράπῃ δὲ ἐνετύγχανον πανούργῳ σφόδρα καὶ ταῖς φιλοφρονήσεσιν τὴν ἐπιβουλὴν καλύπτοντι· δῶρα γοῦν δοὺς αὐτοῖς ἔπειτα ἀναχωροῦντας ἐλόχα.τοῖς δʼ αἴσθησις γίνεται τῆς ἐπιβουλῆς καταχθεῖσιν εἴς τι τῶν παραθαλασσίων χωρίων, ὃ καλεῖται Ἐκδίππων· ἐκεῖ γὰρ τήν τε ὑπόσχεσιν τῶν χιλίων ἤκουσαν ταλάντων καὶ ὡς Ἀντίγονος τὰς πλείστας τῶν παρʼ αὐτοῖς γυναικῶν ἐν ταῖς πεντακοσίαις καθοσιώσειεν Πάρθοις,ὅτι τε προλοχίζοιντο μὲν αὐτοῖς αἱ νύκτες ὑπὸ τῶν βαρβάρων ἀεί, πάλαι δʼ ἂν καὶ συνελήφθησαν, εἰ μὴ περιέμενον ἐν Ἱεροσολύμοις Ἡρώδην πρότερον λαβεῖν, ὡς μὴ προπυθόμενος τὰ κατʼ αὐτοὺς φυλάξαιτο. ταῦτʼ οὐκέτι λόγος ἦν μόνον, ἀλλὰ καὶ φυλακὰς ἤδη πόρρωθεν ἑαυτῶν ἔβλεπον.Οὐ μὴν Φασάηλος καίτοι πολλὰ παραινοῦντος Ὀφελλίου φεύγειν, πέπυστο γὰρ οὗτος παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τότε Σύρων τὴν σύνταξιν τῆς ἐπιβουλῆς ὅλην, καταλιπεῖν Ὑρκανὸν ὑπέμεινεν, ἀλλὰ τῷ σατράπῃ προσελθὼν ἄντικρυς ὠνείδιζεν τὴν ἐπιβουλὴν καὶ μάλισθʼ ὅτι γένοιτο τοιοῦτος χρημάτων ἕνεκεν· πλείω γε μὴν αὐτὸς ὑπὲρ σωτηρίας δώσειν ὧν Ἀντίγονος ὑπὲρ βασιλείας ὑπέσχετο.πρὸς ταῦτα πανούργως ὁ Πάρθος ἀπολογίαις τε καὶ ὅρκοις ἀποσκευασάμενος τὴν ὑποψίαν ᾤχετο πρὸς Πάκορον. εὐθέως δὲ τῶν καταλειφθέντων Πάρθων οἷς προσετέτακτο Φασάηλόν τε καὶ Ὑρκανὸν συνελάμβανον τά τε ἄλλα πρὸς τὴν ἐπιορκίαν καὶ τὸ ἄπιστον αὐτοῖς καταρωμένους.Ἐν δὲ τούτῳ καὶ τὸν Ἡρώδην ὁ πεμφθεὶς οἰνοχόος ἐπεβούλευε συλλαβεῖν ἔξω τοῦ τείχους ἀπατήσας προελθεῖν, ὥσπερ ἐντολὰς εἶχεν. ὁ δὲ ἀπʼ ἀρχῆς ὑποπτεύων τοὺς βαρβάρους καὶ τότε πεπυσμένος εἰς τοὺς πολεμίους ἐμπεπτωκέναι τὰ μηνύοντα τὴν ἐπιβουλὴν αὐτῷ γράμματα, προελθεῖν οὐκ ἠβούλετο καίτοι μάλα ἀξιοπίστως τοῦ Πακόρου φάσκοντος δεῖν αὐτὸν ὑπαντῆσαι τοῖς τὰς ἐπιστολὰς κομίζουσιν· οὔτε γὰρ ἑαλωκέναι τοῖς πολεμίοις αὐτὰς καὶ περιέχειν οὐκ ἐπιβουλήν, ἀλλʼ ὁπόσα διεπράξατο Φασάηλος.