Τούτων Καῖσαρ ἀκούσας Ὑρκανὸν μὲν ἀξιώτερον τῆς ἀρχιερωσύνης ἀπεφήνατο, Ἀντιπάτρῳ δὲ δυναστείας αἵρεσιν ἔδωκεν. ὁ δʼ ἐπὶ τῷ τιμήσαντι τὸ μέτρον τῆς τιμῆς θέμενος πάσης ἐπίτροπος Ἰουδαίας ἀποδείκνυται καὶ προσεπιτυγχάνει τὰ τείχη τῆς πατρίδος ἀνακτίσαι κατεστραμμένα.τὰς μὲν δὴ τιμὰς ταύτας Καῖσαρ ἐπέστελλεν ἐν τῷ Καπετωλίῳ χαραχθῆναι τῆς τε αὐτοῦ δικαιοσύνης σημεῖον καὶ τῆς τἀνδρὸς ἐσομένας ἀρετῆς.Ἀντίπατρος δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας εἰς Ἰουδαίαν ὑπέστρεψεν. καὶ πρῶτον μὲν τὸ τεῖχος ἀνεδείματο τῆς πατρίδος ὑπὸ Πομπηίου κατεστραμμένον καὶ τοὺς ἀνὰ τὴν χώραν θορύβους ἐπιὼν κατέστελλεν, ἀπειλητὴς ἅμα καὶ σύμβουλος ὢν ἑκάστοις, ὅτι τὰ μὲν Ὑρκανοῦ φρονοῦντες ἐν ὄλβῳ καὶ καθʼ ἡσυχίαν βιώσονται τῶν τε ἰδίων κτημάτων καὶ κοινῆς εἰρήνης ἀπολαύοντες·εἰ δὲ πείθοιντο ταῖς ψυχραῖς ἐλπίσιν τῶν νεωτερίζειν ἐπὶ κέρδεσιν οἰκείοις ἐθελόντων, ὡς αὐτόν τε πειράσουσιν ἀντὶ κηδεμόνος δεσπότην καὶ Ὑρκανὸν ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους γε μὴν καὶ Καίσαρα πολεμίους ἀνθʼ ἡγεμόνων καὶ φίλων· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ἐκ τῆς ἀρχῆς ὃν αὐτοὶ κατέστησαν.ἅμα δὲ ταῦτα λέγων καὶ διʼ αὑτοῦ καθίστατο τὴν χώραν ὁρῶν τὸν Ὑρκανὸν νωθῆ τε καὶ βασιλείας ἀτονώτερον. Φασάηλον μὲν δὴ τῶν παίδων τὸν πρεσβύτατον Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν καθίστησιν, τὸν δὲ μετʼ αὐτὸν Ἡρώδην ἐπὶ τοῖς ἴσοις ἔστειλεν εἰς Γαλιλαίαν κομιδῇ νέον.Ὁ δὲ ὢν φύσει δραστήριος ὕλην εὐθέως εὑρίσκει τῷ φρονήματι. καταλαβὼν οὖν Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῇ Συρίᾳ κατατρέχοντα μετὰ μεγίστου στίφους αὐτόν τε συλλαβὼν ἀποκτείνει καὶ πολλοὺς τῶν λῃστῶν.ὃ δὴ μάλιστα τοῖς Σύροις ἡγεῖτο κεχαρισμένον· ὑμνεῖτο γοῦν ἀνά τε τὰς κώμας καὶ ἐν ταῖς πόλεσιν Ἡρώδης ὡς εἰρήνην αὐτοῖς καὶ τὰς κτήσεις ἀνασεσωκώς. γίνεται δʼ ἐκ τούτου καὶ Σέξτῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διοικοῦντι τὴν Συρίαν.πρὸς δὲ τὸν ἀδελφὸν εὐδοκιμοῦντα καὶ Φασάηλος ἐφιλοτιμεῖτο τὴν ἀγαθὴν ἔριν τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους καθιστάμενος καὶ διʼ αὑτοῦ μὲν ἔχων τὴν πόλιν μηδὲν δὲ ἀπειροκάλως εἰς τὴν ἐξουσίαν ἐξυβρίζων.ἐντεῦθεν Ἀντιπάτρῳ θεραπεία τε ἦν ἐκ τοῦ ἔθνους βασιλικὴ καὶ τιμαὶ παρὰ πάντων ὡς δεσπότῃ τῶν ὅλων· οὐ μὴν αὐτὸς τῆς πρὸς Ὑρκανὸν εὐνοίας ἢ πίστεώς τι μετεκίνησεν.Ἀμήχανον δʼ ἐν εὐπραγίαις φθόνον διαφυγεῖν· Ὑρκανὸς γοῦν ἤδη μὲν καὶ καθʼ ἑαυτὸν ἡσυχῆ πρὸς τὸ κλέος τῶν νεανίσκων ἐδάκνετο, μάλιστα δὲ ἐλύπει τὰ Ἡρώδου κατορθώματα καὶ κήρυκες ἐπάλληλοι τῆς καθʼ ἕκαστον εὐδοξίας προστρέχοντες πολλοὶ [δὲ] τῶν ἐν τοῖς βασιλείοις βασκάνων ἠρέθιζον, οἷς ἢ τὸ τῶν παίδων ἢ τὸ Ἀντιπάτρου σωφρονικὸν προσίστατο,λέγοντες ὡς Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ παραχωρήσας τῶν πραγμάτων καθέζοιτο τοὔνομα μόνον βασιλέως ἔχων ἔρημον ἐξουσίας. καὶ μέχρι τοῦ πλανηθήσεται καθʼ ἑαυτοῦ βασιλεῖς ἐπιτρέφων; οὐδὲ γὰρ εἰρωνεύεσθαι τὴν ἐπιτροπὴν αὐτοὺς ἔτι, φανεροὺς δὲ εἶναι δεσπότας παρωσαμένους ἐκεῖνον, εἴ γε μήτε ἐντολὰς δόντος μήτε ἐπιστείλαντος αὐτοῦ τοσούτους παρὰ τὸν τῶν Ἰουδαίων νόμον ἀνῄρηκεν Ἡρώδης· ὅν, εἰ μὴ βασιλεύς ἐστιν ἀλλʼ ἔτι ἰδιώτης, δεῖν ἐπὶ δίκην ἥκειν ἀποδώσοντα λόγον αὐτῷ τε καὶ τοῖς πατρίοις νόμοις, οἳ κτείνειν ἀκρίτους οὐκ ἐφιᾶσιν.Τούτοις κατὰ μικρὸν Ὑρκανὸς ἐξεκαίετο καὶ τὴν ὀργὴν τελευταῖον ἐκρήξας ἐκάλει κριθησόμενον τὸν Ἡρώδην. ὁ δὲ καὶ τοῦ πατρὸς παραινοῦντος καὶ τῶν πραγμάτων διδόντων παρρησίαν ἀνῄει φρουραῖς διαλαβὼν πρότερον τὴν Γαλιλαίαν. ᾔει δὲ μετὰ καρτεροῦ στίφους, ὡς μήτε καταλύειν δόξειεν Ὑρκανὸν λαμπρὰν ἄγων δύναμιν μήτε γυμνὸς ἐμπέσοι τῷ φθόνῳ.Σέξτος δὲ Καῖσαρ δείσας περὶ τῷ νεανίᾳ, μή τι παρὰ τοῖς ἐχθροῖς ἀποληφθεὶς πάθῃ, πέμπει πρὸς Ὑρκανὸν τοὺς παραγγελοῦντας διαρρήδην ἀπολύειν Ἡρώδην τῆς φονικῆς δίκης. ὁ δὲ καὶ ἄλλως ὡρμημένος, ἠγάπα γὰρ Ἡρώδην, ἀποψηφίζεται.Καὶ ὃς ὑπολαμβάνων ἄκοντος τοῦ βασιλέως διαφυγεῖν εἰς Δαμασκὸν ἀνεχώρησεν πρὸς Σέξτον παρασκευαζόμενος οὐδὲ αὖθις ὑπακοῦσαι καλοῦντι. καὶ πάλιν οἱ πονηροὶ παρώξυνον τὸν Ὑρκανὸν κατʼ ὀργήν τε οἴχεσθαι τὸν Ἡρώδην λέγοντες καὶ παρεσκευασμένον κατʼ αὐτοῦ· πιστεύων δʼ ὁ βασιλεὺς οὐκ εἶχεν ὅ τι χρὴ δρᾶν.ὡς ἑώρα μείζονα τὸν διάφορον. ἐπεὶ δὲ ὑπὸ Σέξτου Καίσαρος στρατηγὸς ἀνεδείχθη κοίλης Συρίας καὶ Σαμαρείας οὐ μόνον τε κατʼ εὔνοιαν τὴν ἐκ τοῦ ἔθνους ἀλλὰ καὶ δυνάμει φοβερὸς ἦν. εἰς ἔσχατον δέους κατέπεσεν Ὑρκανός, ὅσον οὔπω προσδοκῶν ἐπʼ αὐτὸν ὁρμήσειν μετὰ στρατιᾶς.Καὶ οὐ διήμαρτεν τῆς οἰήσεως· ὁ γὰρ Ἡρώδης κατʼ ὀργὴν τῆς περὶ τὴν δίκην ἀπειλῆς στρατιὰν ἀθροίσας ἐπὶ Ἱεροσολύμων ἦγεν καταλύσων τὸν Ὑρκανόν. κἂν ἔφθη τοῦτο ποιήσας, εἰ μὴ προεξελθόντες ὅ τε πατὴρ καὶ ὁ ἀδελφὸς ἔκλασαν αὐτοῦ τὴν ὁρμὴν παρακαλοῦντες καὶ αὐτὸν ἀπειλῇ καὶ ἀνατάσει μόνῃ μετρῆσαι τὴν ἄμυναν, φείσασθαι δὲ τοῦ βασιλέως, ὑφʼ οὗ μέχρι τοσαύτης δυνάμεως προῆλθεν· δεῖν τε, εἰ κληθεὶς ἐπὶ δίκην παρώξυνται, καὶ περὶ τῆς ἀφέσεως εὐχαριστεῖν καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπὸν ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχάριστον εἶναι.