τῶν ἐν τῇ Γαλιλαίᾳ πόλεων αἱ μέγισται Σέπφωρις καὶ Τιβεριὰς ἡ σὴ πατρίς, ὦ Ἰοῦστε. ἀλλὰ Σέπφωρις μὲν ἐν τῷ μεσαιτάτῳ τῆς Γαλιλαίας κειμένη καὶ περὶ αὐτὴν κώμας ἔχουσα πολλὰς καί τι καὶ θρασύνεσθαι δυναμένη πρὸς Ῥωμαίους εἴπερ ἠθέλησεν εὐχερῶς, διεγνωκυῖα τῇ πρὸς τοὺς δεσπότας ἐμμένειν πίστει κἀμὲ τῆς πόλεως αὐτῶν ἐξέκλεισε καὶ στρατεύσασθαί τινα τῶν πολιτῶν Ἰουδαίοις ἐκώλυσεν.